Τρίτη 30 Ιουλίου 2019

όσα λέει ο Χορός - ο Λαός - οι Πιστοί

Θεία Λειτουργία (ο Χορός). Ι. Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς.../ Ἀμήν./ Κύριε ἐλέησον (12ἢ13). /Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. / Σοὶ, Κύριε./Αμήν. στίχος α΄. ...Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
Σῶτερ, σῶσον ἡμᾶς(3)./.Κύριε, ελέησον (2). /Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. / Σοι, Κύριε./
Ἀμήν. Στίχ. α'. ...Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός),
ψάλλοντάς σοι· Ἀλληλούϊα (3). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος
ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ
ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ
καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς./ Κύριε ἐλέησον (2). / Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
/ Σοὶ, Κύριε. / Ἀμήν. Στίχ. α΄. ...Ἀπολυτίκιον/(ἐὰν εἶναι ἕνας ἱερεύς:) ὁ α΄χορός: Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός) ὁ β΄χορόςψάλλοντάς σοι· Ἀλληλούϊα.
ΑΠΟΛΥΤΙΚΙΑ,..(Στὰ μνημόσυνα: Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης, τῶν δούλων) σου·
ἔνθα οὐκ ἐστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος). ΚΟΝΤΑΚΙΟΝ/ Κύριε ἐλέησον./Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(τρίς). Δόξα Πατρί καὶ
Υἰῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος
ἀθάνατος, ἐλέησον ἠμᾶς./(ναὶ) Δύναμις. (αργά)Ἄγιος ὁ Θεὸς - Ἅγιος ἰσχυρός - Ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς./ΑΠΟΣΤΟΛΟΣ/Ἀλληλούια. Ἀλληλούια. Ἀλληλούια./Καὶ τῷ
πνεύματί σου./Δόξα σοι, Κύριε, δόξα σοι. / ΕΥΑΓΓΕΛΙΟΝ/ Δόξα σοι, Κύριε, δόξα σοι.
[ Κύριε ἐλέησον (γ΄) (8) τὴν τελευταίαν ἅπαξ / Ἀμήν. / Κύριε ἐλέησον.(7) /  Σοὶ, Κύριε. / Ἀμήν. / Κύριε ἐλέησον.(2)/  Ἀμήν./Κύριε ἐλέησον (2).]
Ἀμήν. Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον
ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν
ὅλων ὑποδεξόμενοι. / Ἀμήν. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν.
Ἀλληλούϊα (γ΄). / Κύριε ἐλέησον.(5) / Παράσχου Κύριε(6)./Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
/Σοὶ, Κύριε./Ἀμήν./Καὶ τῷ πνεύματί σου./Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον
καὶ ἀχώριστον (στὰ συλλείτουργα: Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου)./
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον
Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός,
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς
ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς
Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ
τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον
μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν,
τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ
ἀνάστασιν νεκρῶν.Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν./ Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως./Καὶ μετὰ
τοῦ πνεύματός σου./Ἔχομεν πρὸς τὸν Κύριον. / Ἄξιον καὶ δίκαιον./ Ἅγιος, ἅγιος, ἅγιος
Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς
ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ (ὁ) ἐν τοῖς
ὑψίστοις. / Ἀμήν. / Ἀμήν./Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε,
καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν./ Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν
Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ·
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
/ Κύριε ἐλέησον./Καὶ πάντων καὶ πασῶν. / Ἀμήν. / Και μετά του πνεύματος σου.
/[Κύριε ἐλέησον (5). Παράσχου Κύριε (6)]Κύριε ἐλέησον(3)/Σοί, Κύριε./Πάτερ ἡμῶν,
ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. /Ἀμήν. / Καὶ τῷ πνεύματί σου./Σοί, Κύριε./
Ἀμήν./ Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
- (αργά και πολλές φορές:) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
(ΑΜΩΜΟΙ ΕΝ ΟΔΩ ΑΛΛΗΛΟΥΪΑ)/ * Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με
παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας·
ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου./ Εἴδομεν τὸ φῶς τὸ
ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα
προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. / Ἀμήν./ Κύριε ἐλέησον (2)./Σοί, Κύριε./Ἀμήν./
Κύριε ἐλέησον./Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ
αἰῶνος.(τρίς)./(Μετά πνευμάτων δικαίων…)/Κύριε ἐλέησον. / Ἀμήν. / Δόξα Πατρί... Καὶ νῦν... Κύριε
ἐλέησον (γ΄), Πάτερ ἅγιε, εὐλόγησον. /Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε
εἰς πολλὰ ἔτη./Ἀμήν.


*ό,τι ειναι υπογραμμισμένο αλλάζει ορισμένες φορές ανάλογα με την εορτή ή την Κυριακή. χρειάζεται ακόμη
μία σελίδα κάθε φορά - που θα έχει τον Απόστολο, τα τροπάρια, το Κοντάκιο κλπ.- και η οποία πρέπει να
εκτυπώνεται ή να αναρταται στο ίντερνετ...

βγάζουμε έξω το αντίδωρο γι’αυτούς που θα κοινωνήσουν. είμαστε όρθιοι όταν, ο ιερέας μας ευλογει
(κλίνουμε και την κεφαλή), όταν μας θυμιάζει, όταν περνάει από μπροστά μας το Ευαγγέλιο, όταν λέμε
το “Πιστεύω” και το “Πάτερ ημων”.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...