Στα χρόνια του Ομήρου ο ήρωας (δεξιά) ηταν το πρότυπο για τους νέους της πατρίδας. Αυτό το πρότυπο ξεθώριασε τα τελευταια χρόνια στον τόπο μας και σε όλο τον πλανήτη.
Παράλληλα με το ηρωικό ιδεωδες υπηρχε και το ιδεωδες του απλου ανθρώπου, ο οποιος ζει πολλά και καλά χρόνια περιστοιχισμένος από τους δικούς του (κεντροαριστερά-κεντροδεξιά).
Αυτό το ιδεωδες είναι διαχρονικό και φτάνει μέχρι τις μέρες μας: (Οδ. ζ, 182): «Γιατί δεν έχει πιο όμορφο παρ’ όταν με μια γνώμη αγαπημένο αντρόγυνο, φροντίζει για το σπίτι».
αλλά και η Εκκλησία μας ειναι υπέρ του γάμου, της πολυτεκνίας-καλλιτεκνίας και εύχεται όλα τα αγαθά στους ανθρώπους:
ΑΚΟΛΟΥΘΙΑ ΣΤΕΦΑΝΩΜΑΤΟΣ
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.Ἐν ἑκάστῳ στίχῳ λέγει· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
...εὐλόγησον τὸν γάμον τοῦτον, καὶ παράσχου τοῖς δούλοις σου τούτοις (τῷ δεῖνι) καὶ (τῇ δεῖνι) ζωὴν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τὴν ἐπὶ τέκνοις χάριν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀξίωσον αὐτοὺς ἰδεῖν τέκνα τέκνων... ἔμπλησον τοὺς οἴκους αὐτῶν σίτου, οἴνου καὶ ἐλέου καὶ πάσης ἀγαθωσύνης, ἵνα μεταδιδῶσι καὶ τοῖς χρείαν ἔχουσι, ...Δὸς αὐτοῖς καρπὸν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καὶ σωμάτων, Ὕψωσον αὐτοὺς ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον, καὶ ἴδωσιν υἱοὺς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν...
Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραὰμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τάς ἐντολὰς τοῦ Θεοῦ.
Καὶ ἐν τῷ τῆς Νύμφης λέγει· Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός. ...
Καὶ ἐν τῷ τῆς Νύμφης λέγει· Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός. ...
ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως,...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
ευπρεπως...