μερικοί λένε πως δεν πρέπει να λέμε "ανάπαυσον την ψυχήν
του κεκοιμημένου δούλου " αλλά σκέτο "τον δουλον ή τον
κεκοιμημένον δουλον".
αλλά άμεση ανάγκη από ανάπαυση έχει η ψυχή. το σωμα δεν
καταλαβαίνει τίποτα, δεν νιώθει τίποτα, έγινε χωμα.
η ψυχή, όμως, του πεθαμένου βρίσκεται στην λεγόμενη
"μέση κατάσταση"και προγεύεται του Παραδείσου
(της Βασιλείας των Ουρανων) ή της Κολάσεως, όπου θα μεταβει
οριστικως μετά την Β' Παρουσία του Κυρίου, μαζί με το
αναστημένο σωμα.
με τις προσευχές, τις ελεημοσύνες και τα Μνημόσυνα που κάνουν
οι ζωντανοί, μπορει ο Θεός να μεταφέρει την ψυχή ενός που
προορίζεται για την Κόλαση, στην κατάσταση που οδεύει προς τον
Παράδεισο, (εάν βέβαια η ζυγαριά δεν γέρνει πάρα πολύ υπέρ της
Κολάσεως).
επομένως το σωστό ειναι "την ψυχήν του κεκοιμημένου
δούλου σου"!
Ἀκολουθία τοῦ ΝΕΚΡΩΣΙΜΟΥ ΤΡΙΣΑΓΙΟΥ
[Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
……………………………………………………………………………...
Ἀναγνώστης· Ἀμήν. Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία
Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν...
Ὅτι Σοῦ ἐστιν...] Καὶ ψάλλουσι τὰ Τροπάρια ταῦτα. Ἧχος δ΄.
(ΣΤΗ Θ. ΛΕΙΤΟΥΡΓΙΑ, ΕΙΗ ΤΟ ΟΝΟΜΑ ΚΥΡΙΟΥ…) Μετὰ πνευμάτων
δικαίων τετελειωμένων, τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ δούλου,
τῆς δούλης, τῶν δούλων] σου, Σῶτερ, ἀνάπαυσον,
φυλάττων αὐτὴν (αὐτὰς) εἰς τὴν μακαρίαν ζωὴν τὴν παρὰ σοί,
φιλάνθρωπε. Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχήν (τὰς ψυχὰς) [τοῦ δούλου, τῆς δούλης, τῶν δούλων] σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος. Δόξα...Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ῞Αδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ δούλου, τῆς δούλης, τῶν δούλων] σου, Σῶτερ, ἀνάπαυσον. Καὶ νῦν... Θεοτοκίον. Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ δούλου, τῆς δούλης, τῶν δούλων] σου.
…………………………………….
στην Διακαινήσιμο εβδομάδα: Χριστός ανέστη εκ νεκρων, θανάτω θάνατον πατήσας,
και τοις εν τοις μνήμασι, ζωήν χαρισάμενος.(3) Αναστάς ο Ιησούς από του τάφου καθώς
προειπεν, έδωκεν ημιν την αιώνιον ζωήν και μέγα έλεος.
…………………………………………………..
Ἱερεύς (Δ)· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Ἀναγνώστης· Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς (τῶν ψυχῶν)
[τοῦ κεκοιμημένου δούλου, τῆς κεκοιμημένης δούλης,
τῶν κεκοιμημένων δούλων] τοῦ Θεοῦ (δεῖνος) καὶ ὑπὲρ τοῦ
συγχωρηθῆναι [αὐτῷ, αὐτῇ, αὐτοῖς] πᾶν πλημμέλημα ἑκούσιόν τε
καὶ ἀκούσιον. Ἀναγνώστης· Κύριε, ἐλέησον. Ὅπως Κύριος ὁ Θεὸς
τάξῃ τὴν ψυχὴν (τὰς ψυχὰς) [αὐτοῦ, αὐτῆς, αὐτῶν] ἔνθα οἱ δίκαιοι
ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ
ἄφεσιν τῶν αὐτοῦ, [αὐτῆς, αὐτῶν] ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα. Ἀναγνώστης· Παράσχου
Κύριε. Ἱερεύς (Δ)· Τοῦ Κυρίου δεηθῶμεν. Ἀναγνώστης· Κύριε,
ἐλέησον. Ἱερεύς· ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ
τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ
ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· Αὐτός, Κύριε, ἀνάπαυσον καὶ
τὴν ψυχὴν (τὰς ψυχὰς) τοῦ κεκοιμημένου δούλου,
[τῆς κεκοιμημένης δούλης, τῶν κεκοιμημένων δούλων] σου (δεῖνος),
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα
ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ΄
[αὐτοῦ, αὐτῆς, αὐτῶν] πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς
ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας
ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου
ἀλήθεια. (Δ) Τοῦ Κυρίου δεηθῶμεν. (Χ.Κύριε, ελέησον)
(συγχωρητική ευχή Μητροπολίτου) Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ
καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου, [τῆς κεκοιμημένης δούλης,
τῶν κεκοιμημένων δούλων] σου (δεῖνος), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ
σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ
παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. (Ο Β΄ΙΕΡΕΥΣ ΤΟ ΙΔΙΟ) Ἀναγνώστης· Ἀμήν.
{[[Ἱερεύς· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ καὶ νεκρῶν
καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς
ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς
παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ,
τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ
πάντων τῶν Ἁγίων, τὴν ψυχὴν (τὰς ψυχὰς) τοῦ κεκοιμημένου δούλου,
[τῆς κεκοιμημένης δούλης, τῶν κεκοιμημένων δούλων] αὐτοῦ (δεῖνος)·
ἐν σκηναῖς δικαίων τάξαι· ἐν κόλποις Ἀβραὰμ ἀναπαῦσαι· καὶ μετὰ
δικαίων συναριθμῆσαι· ἡμᾶς δ΄ ἐλεῆσαι καὶ σῶσαι ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος καὶ ἐλεήμων Θεός.]]στην Διακαινήσιμο εβδομάδα:: Ο αναστάς εκ νεκρων
και θανάτω τον θάνατον πατήσας, και τοις εν τοις μνήμασι, ζωήν χαρισάμενος, Χριστός
ο αληθινός Θεός ημων, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτου
μητρός, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των οσίων και θεοφόρων
Πατέρων ημων, και πάντων των Αγίων, την ψυχήν του εξ ημων μεταστάντος δούλου
αυτου (.....) εν σκηναις δικαίων τάξαι, εν κόλποις Αβραάμ αναπαύσαι, και μετα αγίων
συναριθμήσαι, ημας δε ελεήσαι ως αγαθός και φιλάνθρωπος. }
Δι΄ ἄνδραν· Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε
ἀδελφὲ ἡμῶν (γ΄).
{[Ἒπὶ δὲ γυναικός· Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστος καὶ
ἀείμνηστος ἀδελφὴ ἡμῶν (γ΄).
Πληθυντικός: Αἰωνία σας ἡ μνήμη ἀξιομακάριστοι καὶ ἀείμνηστοι
ἀδελφοὶ (-αὶ) ἡμῶν (γ΄).]}
(ΘΥΜΙΑΖΩΝ ΚΑΙ ΨΑΛΤΑ) Αἰωνία ἡ μνήμη, Αἰωνία ἡ μνήμη,
Αἰωνία αὐτοῦ, [αὐτῆς, αὐτῶν] ἡ μνήμη (γ΄).
( Τοῦ Κυρίου δεηθῶμεν. ΑΠΟΛΥΣΙΣ Θ. ΛΕΙΤΟΥΡΓΙΑΣ)
Ἱερεύς: Δι΄εὐχῶν...Ἀναγνώστης· Ἀμήν.
(στην Διακαινήσιμο εβδομάδα:Ι. Χριστός ανέστη εκ νεκρων, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι, ζωήν χαρισάμενος. Χ. Αληθως ανέστη ο Κύριος. )