Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (δεῖνα) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
1. το μεγάλο Ευχολόγιο λέει "ακολουθία νεκρώσιμος εις ιερέα τελευτήσαντα".
2.
Εὐχὴ εἰς κεκοιμημένον ἱερέα.
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ μόνον τὸ ζῆν ἀθάνατον, καὶ ἡ δόξα ἀκατάληπτος, καὶ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος, καὶ ἡ βασιλεία ἀδιάδοχος, καὶ οὐκ ἔστι προσωποληψία παρὰ σοί, Κύριε· πᾶσι γὰρ ἀνθρώποις τὸ κοινὸν τοῦ βίου ἔταξας χρέος, τοῦ ὅρου πληρωθέντος. Διό σε ἱκετεύομεν, Κύριε ὁ Θεὸς ἡμῶν· Τὸν δοῦλόν σου (τὸν δεῖνα) ἱερέα, ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν γενόμενον, τὸν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνάπαυσον· καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ σου λειτουργὸν αὐτὸν κατέστησας, οὕτω καὶ ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε· ἐπὶ ἀνθρώπων πνευματικῇ ἀξίᾳ κατακοσμήσας, ἐπὶ Ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι· αὐτὸς ἐπὶ τῆς γῆς τὴν ζωὴν αὐτοῦ ἐδόξασας, αὐτὸς δὲ καὶ τὴν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν Ἁγίων σου ποίησον, καὶ τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων συναρίθμησον. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
ευπρεπως...