Κυριακή 3 Νοεμβρίου 2019

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ,10-11, ΚΥΡΙΑΚΗ Η’ ΛΟΥΚΑ

1 σχόλιο:



  1. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ,10-11, ΚΥΡΙΑΚΗ Η’ ΛΟΥΚΑ
    ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
    Ἀντίφωνον Α’
    Ἦχος β´.
    Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
    Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
    Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
    Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
    Δόξα Πατρί…Καὶ νῦν.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
    Ἀντίφωνον Β’
    Ἦχος β´.
    Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
    Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
    Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
    Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
    Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
    Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
    Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
    Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
    Δόξα Πατρὶ…Καὶ νῦν…
    Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ...
    Ἀντίφωνον Γ‘
    Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
    Ἀπολυτίκιον. Ἦχος δ´.
    Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
    Στίχ. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
    Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,…
    Μικρὰ Εἴσοδος.Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
    …ψάλλοντάς σοι, Ἀλληλούϊα.
    ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
    Ἀπολυτίκιον. Ἦχος δ’
    Τὸ φαιδρὸν τῆς Ἀναστάσεως ...
    Τοῦ Ναοῦ
    ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
    Κοντάκιον Ἦχος δ’
    Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
    Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
    Τρισάγιον.. Ἀπόστολος
    Προκείμενον. Ἦχος δ’
    Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
    Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:16-20
    Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο! Εἰ γὰρ, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
    Ἀλληλούϊα (γ’) Ἦχος δ΄, Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν

    ΑπάντησηΔιαγραφή

ευπρεπως...