Τρίτη 3 Δεκεμβρίου 2019

συμπλήρωμα Όρθρου

συμπλήρωμα Όρθρου


ΚΑΘΙΣΜΑΤΑ ΨΑΛΤΗΡΙΟΥ ΚΥΡΙΑΚΩΝ (2ο,3ο και 17ο ή 19ο)
ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…
ΚΑΘΙΣΜΑ ΔΕΥΤΕΡΟΝ, ΨΑΛΜΟΣ 9ος
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι
πάντα τὰ θαυμάσιά σου· 3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι 
ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ῞Υψιστε. 4 ἐν τῷ ἀποστραφῆναι
τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται 
ἀπὸ προσώπου σου, 5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν
δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. 6 
ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ
ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7 τοῦ
ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· 
ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾿ ἤχου, 8 καὶ ὁ Κύριος εἰς
τὸν αἰῶνα μένει. ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, 9 καὶ 
αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν
εὐθύτητι. 10 καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν
εὐκαιρίαις ἐν θλίψεσι· 11 καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς
 ἐκζητοῦντάς σε, Κύριε. 12 ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα
αὐτοῦ, 13 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. 14 ἐλέησόν με, 
Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, 15 ὅπως ἂν 
ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. 16
 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. 17
 γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.18 
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ, 19 ὅτι οὐκ εἰς
τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. 20 ἀνάστηθι, Κύριε, 
μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόνσου. 21 κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿ αὐτούς, 
γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. 22 ῾Ινατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν
θλίψεσιν; 23 ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν
διαβουλίοις, οἷς διαλογίζονται. 24 ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ
ἀδικῶν ἐνευλογεῖται· 25 παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ 
ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. 26 βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται
τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει· 27 εἶπε γὰρ ἐν καρδίᾳ 
αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. 28 οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας
καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. 29 ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων, ἐν 
ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· 30 ἐνεδρεύει ἐν 
ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι
αὐτόν· 31 ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. 
32 εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος. 
33 ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων. 34 ἕνεκεν τίνος
παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει. 35 βλέπεις, ὅτι σὺ πόνον καὶ 
θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα
βοηθός. 36 σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ 
οὐ μὴ εὑρεθῇ. 37 βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς
γῆς αὐτοῦ. 38 τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν  ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε
τὸ οὖς σου 39 κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
ΨΑΛΜΟΣ 10ος Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 
2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ 
τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; 4 Κύριος ἐν ναῷ
ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ 
βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ
ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς (ἄνθρακας) παγίδας, πῦρ
καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας 
ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΪΑ, ΑΛΛΗΛΟΥΪΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ
ΝΥΝ ΚΑΙ ΑΕΙ… 
ΨΑΛΜΟΣ 11ος Σῶσον με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι 
ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον
αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. 4 ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ 
δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα. 5 τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη 
ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν; 6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ 
τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. 7 τὰ λόγια
Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιοντῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. 8 σύ, Κύριε,
 φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. 9 κύκλῳ οἱ ἀσεβεῖς
περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. 
ΨΑΛΜΟΣ 12ος Ἔως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως
πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 3 ἕως τίνος
θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ
ἐχθρός μου ἐπ᾿ ἐμέ; 4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, 
μήποτε ὑπνώσω εἰς θάνατον, 5 μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με 
ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ 
τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. 
ΨΑΛΜΟΣ 13ος Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. 
διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι
ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 2 Κύριος ἐκτοῦ οὐρανοῦ
 διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. 3 πάντες ἐξέκλιναν,
ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 4 οὐχὶ γνώσονται πάντες οἱ
ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. 5
 ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. 6 βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ 
δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι. 7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν
αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται᾿Ισραήλ.
Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ… 
ΨΑΛΜΟΣ 14ος Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ 
τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; 2 πορευόμενος ἄμωμος καὶ
ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, 3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, 
οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ. 4 ἐξουδένωται ἐ
νώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ 
οὐκ ἀθετῶν· 5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, 
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. 
ΨΑΛΜΟΣ 15ος 
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 2 εἶπα τῷ Κυρίῳ· Κύριός
μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. 3 τοῖς ἁγίοις τοῖς
 ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα
αὐτοῦ ἐν αὐτοῖς. 4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ 
ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ
αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων
μου. 5 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·
σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. 6 σχοινία 
ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου
κρατίστη μοί ἐστιν. 7 εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· 
ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. 8 
προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν
μού ἐστιν, ἵνα μὴ σαλευθῶ. 9 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία
μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου
κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν
μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ 
τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
 ΨΑΛΜΟΣ 16ος Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, 
πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν
χείλεσι δολίοις. 2 ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ
ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. 3 ἐδοκίμασας τὴν καρδίαν
μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ
ἀδικία. 4 ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν 
ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα 
ὁδοὺς σκληράς. 5 κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις
σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. 6 ἐγὼ ἐκέκραξα, ὅτι 
ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον
τῶν ῥημάτων μου. 7 θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς
 ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. 8
 φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων
σου σκεπάσεις με 9 ἀπὸ προσώπου ἀσεβῶν τῶν
ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου
περιέσχον· 10 τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν 
ἐλάλησεν ὑπερηφανίαν. 11 ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν
με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. 12 
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος
οἰκῶν ἐν ἀποκρύφοις. 13 ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς
καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, 
ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. 14 Κύριε, ἀπὸ
ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν
κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν
ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. 15 ἐγὼ δὲ
ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι 
ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ,
ΔΟΞΑ ΣΟΙ Ο ΘΕΟΣ (2), ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ, Η ΕΛΠΙΣ ΗΜΩΝ , ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ.


ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…
ΚΑΘΙΣΜΑ ΤΡΙΤΟΝ,ΨΑΛΜΟΣ 17ος
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. 3 Κύριος στερέωμά μου καὶ
καταφυγή μου καὶ ρύστης μου. Ὁ Θεός μου βοηθός μου, ἐλπιῶ
ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ
ἀντιλήπτωρ μου. 4 αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν
ἐχθρῶν μου σωθήσομαι. 5 περιέσχον με ὠδῖνες θανάτου, καὶ
χείμαρροι ἀνομίας ἐξετάραξάν με. 6 ὠδῖνες ᾅδου
περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. 7 καὶ ἐν
τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν
μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ
κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 8 καὶ
ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν
ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ
Θεός. 9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου
αὐτοῦ καταφλεγήσεται, ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ. καὶ
ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας
αὐτοῦ. 11 καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ
πτερύγων ἀνέμων. 12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ·
κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις
ἀέρων. 13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι
διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. 14 καὶ ἐβρόντησεν ἐξ
οὐρανοῦ Κύριος, καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ·
ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς
ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. 16 καὶ ὤφθησαν αἱ πηγαὶ
τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ
ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς
σου. 17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με
ἐξ ὑδάτων πολλῶν. 18 ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ
ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος
ἀντιστήριγμά μου 20 καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ρύσεταί με, 
ὅτι ἠθέλησέ με. 21 καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν
δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου
ἀνταποδώσει μοι, 22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου καὶ οὐκ
ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ
ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ᾿
ἐμοῦ. 24 καὶ ἔσομαι ἄμωμος μετ᾿ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς
ἀνομίας μου. 25 καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν
δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου
ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ
μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς
ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 28 ὅτι σὺ λαὸν ταπεινὸν
σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. 29 ὅτι σὺ
φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.
30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ Θεῷ μου
ὑπερβήσομαι τεῖχος. 31 ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ
λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν
ἐλπιζόντων ἐπ᾿ αὐτόν. 32 ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου, καὶ τίς
Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; 33 ὁ Θεὸς ὁ περιζωννύων με
δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 34 καταρτιζόμενος
τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν
τοὺς βραχίονάς μου· 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν
σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου
ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει.
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν
τὰ ἴχνη μου. 38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι
αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·
ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ
τοὺς πόδας μου. 40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ᾿ ἐμὲ ὑποκάτω
μου. 41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς
μισοῦντάς με ἐξωλόθρευσας. 42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ
σῴζων, πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 43 καὶ
λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς
πηλὸν πλατειῶν λεανῶ αὐτούς. 44 ρύσῃ με ἐξ ἀντιλογίας λαοῦ,
καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνων,
ἐδούλευσέ μοι, 45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ
ἀλλότριοι ἐψεύσαντό μοι, 46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ
ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. 47 ζῇ Κύριος, καὶ εὐλογητὸς
ὁ Θεός μου καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου, 48 ὁ
Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ,
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων
ἐπ᾿ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με. 50 διὰ
τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου
ψαλῶ, 51 μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ
ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ
ἕως αἰῶνος.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ… 
ΨΑΛΜΟΣ 18ος Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ
χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 3 ἡμέρα τῇ ἡμέρᾳ
ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4 οὐκ εἰσὶ
λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· 5 εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτῶν. 6 ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα
αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 7 ἀπ᾿ ἄκρου τοῦ
οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου
τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης
αὐτοῦ. 8 ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·
ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια. 9 τὰ δικαιώματα
Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής,
φωτίζουσα ὀφθαλμούς· 10 ὁ φόβος Κυρίου ἁγνός, διαμένων
εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα
ἐπὶ τὸ αὐτό, 11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν
καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 12 καὶ γὰρ ὁ δοῦλός σου
φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με.
14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου
κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ
ἁμαρτίας μεγάλης. 15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ
στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ
παντός, Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.
 ΨΑΛΜΟΣ 19ος Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. 3 ἐξαποστείλαι
σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 4 μνησθείη
πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. 5 δῴη σοι
Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου
πληρώσαι. 6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι
Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος
πάντα τὰ αἰτήματά σου. 7 νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν
χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8 οὗτοι ἐν ἅρμασι
καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν
μεγαλυνθησόμεθα. 9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς
δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 10 Κύριε, σῶσον τὸν
βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά
σε.
 ΨΑΛΜΟΣ 20ος Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ
βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 3 τὴν
ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν
τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. 4 ὅτι προέφθασας
αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
στέφανον ἐκ λίθου τιμίου. 5 ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας
αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 6 μεγάλη ἡ δόξα
αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν
ἐπιθήσεις ἐπ᾿ αὐτόν· 7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα
αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου
οὐ μὴ σαλευθῇ. 9 εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου,
ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 10 θήσεις αὐτοὺς
εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριος ἐν
ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν
ἀπὸ υἱῶν ἀνθρώπων, 12 ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο
βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. 13 ὅτι θήσεις αὐτοὺς
νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον
αὐτῶν. 14 ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ
ψαλοῦμεν τὰς δυναστείας σου.
Δόξα ...καὶ νῦν... Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ,
ΔΟΞΑ ΣΟΙ Ο ΘΕΟΣ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ…  
ΨΑΛΜΟΣ 21ος Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί
ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν
παραπτωμάτων μου. 3 ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ
οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 4 σὺ δὲ ἐν
ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ. 5 ἐπὶ σοὶ ἤλπισαν οἱ
πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· 6 πρὸς σὲ
ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ
κατῃσχύνθησαν. 7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,
ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. 8 πάντες οἱ
θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν,
ἐκίνησαν κεφαλήν· 9 ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν·
σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ
γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· 11 ἐπὶ σὲ
ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ·
μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·
14 ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ
ὠρυόμενος. 15 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα
τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν
μέσῳ τῆς κοιλίας μου· 16 ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου,
καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν
θανάτου κατήγαγές με. 17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί,
συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου
καὶ πόδας. 18 ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ
κατενόησαν καὶ ἐπεῖδόν με. 19 διεμερίσαντο τὰ ἱμάτιά μου
ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 20 σὺ δέ,
Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν
ἀντίληψίν μου πρόσχες. 21 ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου,
καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· 22 σῶσόν με ἐκ στόματος
λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας
ὑμνήσω σε. 24 οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν
τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν
τὸ σπέρμα ᾿Ισραήλ, 25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε
τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ
ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου
ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 27 φάγονται
πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ
ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ
πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ
πατριαὶ τῶν ἐθνῶν, 29 ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς
δεσπόζει τῶν ἐθνῶν. 30 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ
πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ
καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 31 καὶ τὸ
σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ
ἐρχομένη, 32 καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ
τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.
 ΨΑΛΜΟΣ 22ος Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως
ἐξέθρεψέ με, 3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ
τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4 ἐὰν γὰρ καὶ
πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ
μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με
παρεκάλεσαν. 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας
τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ
ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6 καὶ τὸ ἔλεός σου
καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν
με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
 ΨΑΛΜΟΣ 23ος Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ
οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2 αὐτὸς ἐπὶ
θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν
αὐτήν. 3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται
ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4 ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς
οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ
δόλῳ τῷ πλησίον αὐτοῦ. 5 οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου
καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. 6 αὕτη ἡ γενεὰ
ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ
᾿Ιακώβ. 7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι
αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8 τίς ἐστιν οὗτος
ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος
δυνατὸς ἐν πολέμῳ. 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ
ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων
αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.  
Δόξα καὶ νῦν. Ἀλληλούΐα ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ ΣΟΙ
Ο ΘΕΟΣ (2), ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ ΣΟΙ Ο ΘΕΟΣ,
Η ΕΛΠΙΣ ΗΜΩΝ , ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ.


ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…
ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΒΔΟΜΟΝ
ΨΑΛΜΟΣ 118ος
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2
 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·  ἐν ὅλῃ καρδίᾳ
ἐκζητήσουσιν αὐτόν. 3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς
 ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ 
φυλάξασθαι σφόδρα. 5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ
 φυλάξασθαι τὰ δικαιώματά σου. 6 τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ
με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ἐξομολογήσομαί σοι
 ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς
δικαιοσύνης σου. 8 τὰ δικαιώματά σου φυλάξω· μή με 
ἐγκαταλίπῃς ἕως σφόδρα. — 9 ᾿Εν τίνι κατορθώσει νεώτερος
τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 ἐν ὅλῃ 
καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 
11 ἐν τῇκαρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω
σοι. 12 εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ἐν
τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 
14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 
15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς
σου. 16 ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν
λόγων σου. — 17 ᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ 
φυλάξω τοὺς λόγους σου. 18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, 
καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 πάροικος ἐγώ
εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. 20 
ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν
παντὶ καιρῷ. 21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ
ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος
καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 καὶ γὰρ 
ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου 
ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 καὶ γὰρ τὰ μαρτύριά σου
μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. — 
25 ᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον
σου. 26 τὰςὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν
με τὰ δικαιώματά σου. 27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, 
καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 ἐνύσταξεν ἡ ψυχή 
μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ὁδὸν 
ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 
ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 
31ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. 32 
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
— 33 Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, 
καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 συνέτισόν με, καὶ ἐξερευνήσω
τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 
ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 
36κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς
πλεονεξίαν. 37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν
ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 στῆσον τῷ δούλῳ σου
τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 περίελε τὸν ὀνειδισμόν μου,
ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. 40 ἰδοὺ ἐπεθύμησα
τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. — 41 Καὶ ἔλθοι 
ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον
σου. 42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα 
ἐπὶ τοῖς λόγοις σου. 43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου
λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 
44 καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος. 45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς
 ἐντολάς σου ἐξεζήτησα. 46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου 
ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 καὶ ἐμελέτων ἐν ταῖς 
ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. 48 καὶ ἦρα τὰς χεῖράς μου
πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς
δικαιώμασί σου. — 49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου,
ὧν ἐπήλπισάς με. 50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 ὑπερήφανοι παρηνόμουν ἕως
σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ἐμνήσθην τῶν
κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. 53ἀθυμία
κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον
σου. 54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας
μου. 55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε,καὶ ἐφύλαξα
τὸν νόμον σου. 56 αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου 
ἐξεζήτησα. — 57 Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν
νόμον σου. 58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃκαρδίᾳ μου· 
ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 διελογισάμην τὰς ὁδούς σου
καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰςἐντολάς σου.
 61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου
οὐκ ἐπελαθόμην. 62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί 
σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63μέτοχος ἐγώ εἰμι
πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς
σου. 64 τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου
δίδαξόν με. — 65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,
 Κύριε, κατὰ τὸν λόγον σου. 66 χρηστότητα καὶ παιδείαν καὶ 
γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 πρὸ τοῦ
 με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰτοῦτο τὸ λόγιόν σου 
ἐφύλαξα. 68 χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου
δίδαξόν με τὰ δικαιώματά σου. 69 ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία 
ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς 
ἐντολάς σου. 70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν
νόμον σου ἐμελέτησα. 71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως
 ἂν μάθω τὰ δικαιώματά σου. 72 ἀγαθός μοι ὁνόμος τοῦ στόματός
σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΪΑ, ΑΛΛΗΛΟΥΪΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ
ΝΥΝ ΚΑΙ ΑΕΙ… 
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ 
μαθήσομαι τὰς ἐντολάς σου. 74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ
 εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75ἔγνων, 
Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς
με. 76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ 
λόγιόν σου τῷ δούλῳ σου. 77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοίσου, καὶ 
ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 αἰσχυνθήτωσαν 
ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω 
ἐν ταῖς ἐντολαῖς σου. 79 ἐπιστρεψάτωσάν με οἱφοβούμενοί σε καὶ 
οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 γενηθήτω ἡ καρδία μου 
ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. — 81 
᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου 
ἐπήλπισα. 82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου
λέγοντες· πότε παρακαλέσεις με; 83 ὅτι ἐγενήθην ὡς ἀσκὸς 
ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84πόσαι εἰσὶν
αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν
καταδιωκόντων με κρίσιν; 85 διηγήσαντό μοι παράνομοι
 ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. 86 πᾶσαι αἱ
ἐντολαίσου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον
τὰς ἐντολάς σου. 88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω
τὰμαρτύρια τοῦ στόματός σου. — 89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ 
λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 εἰς γενεὰν καὶ γενεὰν ἡ
ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 τῇ διατάξει
σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ 
νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει
μου. 93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου,
ὅτι ἐν αὐτοῖς ἔζησάς με.
 ΜΕΣΗ
94 σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου
συνῆκα. 96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή 
σου σφόδρα. — 97 ῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην
τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχθρούς μου 
ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου
μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς 
ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα
τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ἀπὸ 
τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. 103 
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί 
μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα
πᾶσαν ὁδὸν ἀδικίας. — 105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου
καὶ φῶς ταῖς τρίβοις μου. 106 ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι
τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ἐταπεινώθην ἕως σφόδρα·
Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 τὰ ἑκούσια τοῦ 
στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν
με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου
σου οὐκ ἐπελαθόμην. 110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ
τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 ἐκληρονόμησα τὰ μαρτύριά 
σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ἔκλινα
τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα
δι᾿ ἀντάμειψιν. — 113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου 
ἠγάπησα. 114 βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς
λόγους σου ἐπήλπισα. 115 ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, 
καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.116 ἀντιλαβοῦ μου
κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ 
τῆς προσδοκίας μου. 117 βοήθησόν μοι, καὶ σωθήσομαι καὶ 
μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 ἐξουδένωσας
πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι 
ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 παραβαίνοντας ἐλογισάμην
πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ 
μαρτύριά σου. 120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας
μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. — 121 ᾿Εποίησα
κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με
 ὑπερήφανοι. 123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου
καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 ποίησον μετὰ τοῦ 
δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν
με. 125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ 
μαρτύριά σου. 126 καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν
τὸν νόμον σου. 127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ
χρυσίον καὶ τοπάζιον. 128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς
σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. — 129 
Θαυμαστὰ τὰ μαρτύριάσου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ 
ψυχή μου. 130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ 
νηπίους. 131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς 
ἐντολάς σου ἐπεπόθουν.
 Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΪΑ, ΑΛΛΗΛΟΥΪΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ
ΝΥΝ ΚΑΙ ΑΕΙ… 
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
132 ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν 
ἀγαπώντων τὸ ὄνομά σου. 133 τὰ διαβήματά μου κατεύθυνον
κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 
134λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς 
ἐντολάς σου. 135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν
σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 διεξόδους ὑδάτων
κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. 
— 137 Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. 138 ἐνετείλω
δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 139 
ἐξέτηξέμε ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου
οἱ ἐχθροί μου. 140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ
ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 νεώτερος ἐγώ εἰμι καὶ
ἐξουδενωμένος· τὰδικαιώματά σου οὐκ ἐπελαθόμην. 142 ἡ 
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου
 ἀλήθεια. 143 θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου
μελέτη μου. 144 δικαιοσύνη τὰμαρτύριά σου εἰς τὸν αἰῶνα·
συνέτισόν με, καὶ ζήσομαι. — 145 ᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου·
 ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146
 ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147
 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου 
ἐπήλπισα. 148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον
τοῦ μελετᾶν τὰ λόγιά σου. 149 τῆς φωνῆς μου ἄκουσον, Κύριε, 
κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. 150 προσήγγισαν
οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου 
ἐμακρύνθησαν. 151 ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοίσου ἀλήθεια.
 152 κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα 
ἐθεμελίωσας αὐτά. — 153 ῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,
ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 κρῖνον τὴν κρίσιν μου καὶ 
λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 μακρὰν ἀπὸ
ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156
 οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμάσου ζῆσόν με. 157 
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων
σου οὐκ ἐξέκλινα. 158 εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ 
λόγιά σου οὐκ ἐφυλάξαντο. 159 ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα·
Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ἀρχὴ τῶν λόγων σου 
ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
 — 161 ῎Αρχοντες κατεδίωξάν με δωρεάν,καὶ ἀπὸ τῶν λόγων σου 
ἐδειλίασεν ἡ καρδία μου. 162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου
 ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ἀδικίαν ἐμίσησα καὶ
ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164ἑπτάκις τῆς ἡμέρας
 ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 εἰρήνη πολλὴ 
τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 
προσεδόκων τὸ σωτήριόν σου, Κύριε,καὶ τὰς ἐντολάς σου 
ἠγάπησα. 167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ
ἠγάπησεν αὐτὰ σφόδρα. 168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ 
μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου,Κύριε. — 169 
᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου
συνέτισόν με. 170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε·
κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου 
ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 φθέγξαιτο ἡ 
γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 
173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου 
ᾑρετισάμην. 174 ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος
σου μελέτη μού ἐστι. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ 
τὰ κρίματά σου βοηθήσει μοι. 176 ἐπλανήθηνὡς πρόβατον 
ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ 
ἐπελαθόμην.
Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (2), ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ ΣΟΙ Ο
ΘΕΟΣ, Η ΕΛΠΙΣ ΗΜΩΝ , ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ.


 ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ…ΚΑΙ ΝΥΝ…
ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΝΑΤΟΝ (αντί του 17ου, από 23-9 μέχρι
22-12 και από 23-1 μέχρι το Σάββατο της Απόκρεω και την
Μεγάλη Εβδομάδα)
ΨΑΛΜΟΣ 134ος
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, 2 οἱ ἑστῶτες ἐν
οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 3 αἰνεῖτε τὸν Κύριον,
ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 4
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς
περιουσιασμὸν ἑαυτῷ. 5 ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, 
καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. 6 πάντα, ὅσα 
ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν
ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· 7 ἀνάγων
νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· 
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, 8 ὃς ἐπάταξε τὰ 
πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. 9
 ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν
Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 10 ὃς ἐπάταξεν ἔθνη
πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. 11 τὸν Σηὼν βασιλέα
τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς
βασιλείας Χαναάν, 12 καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, 
κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ. 13 Κύριε, τὸ ὄνομά σου εἰς τὸν
αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 ὅτι κρινεῖ
 Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ 
παρακληθήσεται. 15 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων· 16 στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, 17 ὦτα ἔχουσι καὶ οὐκ 
ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 18
 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ 
πεποιθότες ἐπ᾿ αὐτοῖς. 19 οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον·
οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον. 20 οἶκος Λευΐ,
 εὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε
τὸν Κύριον, 21 εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν 
῾Ιερουσαλήμ.
 ΨΑΛΜΟΣ 135ος
Έξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ· 2 ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 3 ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν
κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 4 τῷ ποιήσαντι
θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 5
 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ· 6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς 
ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 9 τὴν σελήνην καὶ τοὺς
 ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ· 10 τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 11 καὶ ἐξαγαγόντι τὸν ᾿Ισραὴλ 
ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 12 ἐν χειρὶ 
κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
 13 τῷ καταδιελόντι τὴν ᾿Ερυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 14 καὶ διαγαγόντι τὸν ᾿Ισραὴλ διὰ
 μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 15 καὶ ἐκτινάξαντι
Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ᾿Ερυθράν, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 16 τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ
ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 17 τῷ πατάξαντι βασιλεῖς
μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 18 καὶ ἀποκτείναντι
βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 19 τὸν
Σηὼν βασιλέα τῶν ᾿Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ, 20 καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ, 21 καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος αὐτοῦ, 22 κληρονομίαν ᾿Ισραὴλ δούλῳ αὐτοῦ, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν
 ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 24
 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ· 25 ὁδιδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ. 26 ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος αὐτοῦ.
 ΨΑΛΜΟΣ 136ος
πὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν
 ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. 2 ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς
 ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· 3 ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ
αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς 
ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. 4 πῶς ᾄσωμεν τὴν ᾠδὴν
Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 5 ἐὰν ἐπιλάθωμαί σου, ῾Ιερουσαλήμ,
ἐπιλησθείη ἡ δεξιά μου· 6 κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί
 μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν ῾
Ιερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. 7 μνήσθητι, Κύριε,
 τῶν υἱῶν ᾿Εδὼμ τὴν ἡμέραν ῾Ιερουσαλὴμ τῶν λεγόντων· 
ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς. 8 θυγάτηρ
Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ
ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· 9 μακάριος ὃς κρατήσει
καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Δόξα καὶ νῦν.
Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΪΑ, ΑΛΛΗΛΟΥΪΑ, ΔΟΞΑ ΣΟΙ Ο ΘΕΟΣ
(3), ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ… 
ΨΑΛΜΟΣ 137ος
ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον
 ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ 
στόματός μου. 2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ
ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ
ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. 3
 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου·
πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. 4
 ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
ὅτι ἤκουσαν πάντα τὰ ρήματα τοῦ στόματός σου. 5 καὶ
ἆσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου, 6 ὅτι
 ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ 
μακρόθεν γινώσκει. 7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
 ἐπ᾿ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέμε ἡ 
δεξιά σου. 8 Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κύριε, τὸ ἔλεός
σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
 ΨΑΛΜΟΣ 138ος
Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με· 2 σὺ ἔγνως τὴν καθέδραν
μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου 
ἀπὸ μακρόθεν· 3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας
καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 4 ὅτι οὐκ ἔστι δόλος ἐν
γλώσσῃ μου. 5 ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ
ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. 6
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ 
δύνωμαι πρὸς αὐτήν. 7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου
καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 ἐὰν ἀναβῶ εἰς τὸν
οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ἐὰν 
ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω
εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει
με,καὶ καθέξει με ἡ δεξιά σου. 11 καὶ εἶπα· ἄρα σκότος
καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 12 ὅτι
σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα
φωτισθήσεται· ὡς τὸσκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 13 
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ
γαστρὸς μητρός μου. 14 ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς 
ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου
γινώσκει σφόδρα. 15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ
ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις
τῆς γῆς· 16 τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ
ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται
καὶ οὐθεὶς ἐν αὐτοῖς. 17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ 
Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 18 ἐξαριθμήσομαι
αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι
εἰμὶ μετὰ σοῦ. 19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες
αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, 20 ὅτι ἐρισταί ἐστε εἰς
διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 
οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς
σου ἐξετηκόμην; 22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς 
ἐγένοντό μοι. 23 δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν
μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. 24 καὶ ἴδε εἰ ὁδὸς
 ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
 ΨΑΛΜΟΣ 139ος
ξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου
ρῦσαί με, 3 οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν 
ἡμέραν παρετάσσοντο πολέμους· 4 ἠκόνησαν γλῶσσαν αὐτῶν
ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. (διάψαλμα). 5 
φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων 
ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ 
διαβήματάμου· 6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία
διέτειναν, παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα 
ἔθεντό μοι. (διάψαλμα). 7 εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ,
ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. 8 Κύριε, Κύριε, 
δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου 
ἐν ἡμέρᾳ πολέμου. 9 μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας
μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, 
μήποτε ὑψωθῶσιν. (διάψαλμα). 10 ἡ κεφαλὴ τοῦ κυκλώματος
αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. 11 πεσοῦνται
 ἐπ᾿ αὐτοὺςἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν
ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. 12 ἀνὴρ γλωσσώδης οὐ 
κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς
διαφθοράν. 13 ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν
καὶ τὴν δίκην τῶν πενήτων. 14 πλὴν δίκαιοι ἐξομολογήσονται τῷ
ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΪΑ, ΑΛΛΗΛΟΥΪΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (3), ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (3), ΔΟΞΑ ΠΑΤΡΙ…ΚΑΙ
ΝΥΝ ΚΑΙ ΑΕΙ… 
ΨΑΛΜΟΣ 140ος
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ 
τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 κατευθυνθήτω 
ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν
μου θυσία ἑσπερινή. 3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ 
θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν
μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν 
ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ 
συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 παιδεύσει με δίκαιος ἐν 
ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις
αὐτῶν· 6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· 
ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν. 7 ὡσεὶ πάχος γῆς 
ἐρράγη ἐπὶτῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν 
ᾅδην. 8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ
ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 φύλαξόν με ἀπὸ
 παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν
 ἐργαζομένων τὴν ἀνομίαν. 10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν
οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.
 ΨΑΛΜΟΣ 141ος
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον 
ἐδεήθην. 3 ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου
 ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά
μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην,
ἔκρυψαν παγίδα μοι. 5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, 
καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ
οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 6 ἐκέκραξα πρὸς σέ, Κύριε,
 εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. 7 πρόσχες
πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ
τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 8 ἐξάγαγε 
ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί 
σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. 
ΨΑΛΜΟΣ 142ος
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου 
ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ 
μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐδικαιωθήσεται
 ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ
ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
 ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡψυχή μου ὡς γῆ ἄνυδρός
σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ 
πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν
ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν
μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν
μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου,Κύριε, ὅτι πρὸς σὲ 
κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ 
Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 1
1 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ 
σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου 
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
 Δόξα καὶ νῦν. Ἀλληλούΐα, ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ
ΣΟΙ Ο ΘΕΟΣ (2), ΑΛΛΗΛΟΥΙΑ, ΑΛΛΗΛΟΥΙΑ, ΔΟΞΑ ΣΟΙ Ο
ΘΕΟΣ, Η ΕΛΠΙΣ ΗΜΩΝ , ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ.


 ΠΟΛΥΕΛΕΟΣ
Δοῦλοι, Κύριον, ᾿Αλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου,
αἰνεῖτε, δοῦλοι, Κύριον, ᾿Αλληλούια.
Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, ᾿

Αλληλούια.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος
ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ᾿Αλληλούια.
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿
Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ, ᾿Αλληλούια.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος,
καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς, ᾿Αλληλούια.
Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν

τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις,
᾿Αλληλούια.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν

ποίησεν, ᾿Αλληλούια.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, ὃς ἐπάταξε τὰ
πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ᾿Αλληλούια.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν

Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, ᾿Αλληλούια.
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς,

᾿Αλληλούια.
Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς

Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, ᾿Αλληλούια.
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν,
κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ, ᾿Αλληλούια.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, ᾿Αλληλούια.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται, ᾿Αλληλούια.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων, ᾿Αλληλούια.
Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ᾿Αλληλούια.
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται,
οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν, ᾿Αλληλούια.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς, ᾿Αλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ,
᾿Αλληλούια.
 ΨΑΛΜΟΣ 135ος Πολυέλεος
Έξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός,

Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, Ἀλληλούϊα,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ ἐξαγαγόντι τὸν ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν, Ἀλληλούϊα, ὅτι εἰς

τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ καταδιελόντι τὴν ᾿Ερυθρὰν θάλασσαν εἰς διαιρέσεις,

Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ διαγαγόντι τὸν ᾿Ισραὴλ διὰ μέσου αὐτῆς, Ἀλληλούϊα, ὅτι εἰς

τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ᾿

Ερυθράν, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
Ἀλληλούϊα.
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, Ἀλληλούϊα, ὅτι εἰς

τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τῷ πατάξαντι βασιλεῖς μεγάλους, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασάν, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα

τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
κληρονομίαν ᾿Ισραὴλ δούλῳ αὐτοῦ, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, Ἀλληλούϊα,

ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Ἀλληλούϊα, ὅτι εἰς

τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, Ἀλληλούϊα, ὅτι εἰς τὸν αἰῶνα τὸ

ἔλεος αὐτοῦ· Ἀλληλούϊα.
ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, Ἀλληλούϊα, ὅτι εἰς τὸν

αἰῶνα τὸ ἔλεος αὐτοῦ· Ἀλληλούϊα. (ΕΥΛΟΓΗΤΑΡΙΑ)
21-11
Ὡς Πολυέλεος ψάλλεται ὁ 44ος ψαλμὸς τοῦ Ψαλτηρίου, ἢ
ἀντὶ τούτου ἡ Ἐκλογὴ (Θεοδώρου Φωκαέως †1851)
Λόγον ἀγαθόν. Ἀλληλούϊα.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα
Πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ. Ἀλληλούϊα.
Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε Βασίλισσα τῶν
Ἀγγέλων, Δέσποινα τοῦ Κόσμου. Ἀλληλούϊα.
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε
τῶν Προφητῶν τὸ κήρυγμα, Πατριαρχῶν ἡ δόξα.
Ἀλληλούϊα.
Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Χαῖρε ἀγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα. Ἀλληλούϊα.
Ἐξεχύθη χάρις ἐν χείλεσίν σου. Χαῖρε ἄσπιλε, ἀμόλυντε,
ἄφθορε Παναγία. Ἀλληλούϊα.
Διὰ τοῦτο εὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε ἡ
ἀπηλπισμένων ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια.
Ἀλληλούϊα.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ.
Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ’
ἡμῶν. Ἀλλυλούϊα.
Τῇ ὡραιότητί Σου καὶ τῷ κάλλει Σου. Χαῖρε εὐλογημένη Σὺ
ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.
Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε. Χαῖρε Παρθένε
Θεοτόκε ἐν γυναιξὶν εὐλογημένη. Ἀλληλούϊα.
Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Χαῖρε
Μαρία Κυρία πάντων ἡμῶν, ὁ Κύριος μετὰ Σοῦ τῶν
Δυνάμεων. Ἀλληλούϊα.
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε Θρόνε
πυρίμορφε τῶν τετραμόρφων ὑπερενδοξοτέρα. Ἀλληλούϊα.
Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους Σου. Χαῖρε
Μαρία Κυρία πάντων ἡμῶν, Χαῖρε Μῆτερ τῆς ζωῆς.
Ἀλληλούϊα.
Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν Σου. Χαῖρε
ὑπερευλογημένη, ὑπερδεδοξασμένη. Ἀλληλούϊα.
Περιβεβλημένη, πεποικιλμένη. Χαῖρε Ἄχραντε Θεοτόκε, ὅτι
Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Ἀλληλούϊα.
Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς Σου. Χαῖρε
Παράδεισε ἁγιώτατε, χαῖρε Νύμφη ἀνύμφευτε. ‘Αλληλούϊα.
Καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου.
Χαῖρε ἁγία, ἁγίων μείζων, χαῖρε Νύμφη ἀνύμφευτε. ᾽
Αλληλούϊα.
Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Παναγία Παρθένε ἐπάκουσον, τῆς φωνῆς τοῦ ἀχρείου
ἱκέτου Σου, στεναγμοὺς τῆς καρδίας προσφέρειν Σοι,
ἁεννάως εὐόδωσον Δέσποινα. ᾽Αλληλούϊα.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Παναγία Παρθἐνε Θεόνυμφε, τὴν οἰκτρὰν λειτουργίαν μου
πρόσδεξαι, καὶ Θεῷ τῷ εὐσπλάχνῳ προσάγαγε, ὄπως
χαίρων δοξάζω Σε Πάναγνε. ᾽Αλληλούϊα.
Δόξα Πατρί καὶ Υἱῷ καὶ ῾Αγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι
ἡμᾶς ἀπὸ πάσης ἁνάγκης καὶ θλίψεως.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἦχος α’.
Δόξα.
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν,
καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν,
κράζοντες καὶ λέγοντες• Παναγία Τριάς, σῶσον πάντας
ἡμᾶς.
Καὶ νῦν.
Τὴν Μητέρα Σου προσάγει Σοι, εἰς ἱκεσίαν ὁ λαός Σου
Χριστέ• ταῖς παρακλήσεσιν Αὐτῆς, τοὺς οἰκτιρμούς Σου
δὸς ἡμῖν Ἀγαθέ, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν .
(εἰς τὸ Δόξα καὶ νῦν τῶν Μακαρισμῶν τοῦ α’ ἤχου)
ἄλλη κατάληξη ἀντὶ «τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα» ὅταν
ψάλλεται στὸ τέλος τῆς Ἐκλογῆς τοῦ Πολυελέου, εἴθισται:
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν (ἀπὸ Ἀθωνικὴ Μουσικὴ
Ἀνθοδέσμη).


ΑΙΝΟΙ Ψαλμὸς ΡΜΗ΄ (148)
ΠΑΣΑ ΠΝΟΗ ΑΙΝΕΣΑΤΩ ΤΟΝ ΚΥΡΙΟΝ.Αἰνεῖτε τὸν Κύριον
ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. ΣΟΙ ΠΡΕΠΕΙ
ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ

δυνάμεις αὐτοῦ. ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα

καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ

ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· Ὅτι
αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ

ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι

κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ

τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων,

αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ
μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας

λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι

αὐτῷ.
Ψαλμὸς ΡΜΘ΄ (149)
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ
ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν

ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ

ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ, καὶ ὑψώσει πραεῖς ἐν

σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν

αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι

δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους

αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. 
Από του επομένου στίχου επισυνάπτονται τα στιχηρά
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι

τοῖς ὁσίοις αὐτοῦ.
Ψαλμὸς ΡΝ΄ (150)
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ
τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ. 
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ. 
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...