Κυριακή 16 Φεβρουαρίου 2020

ΜΗΝΑΙΟΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΣΠΕΡΙΝΩΝ (2020)

ΜΗΝΑΙΟΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΣΠΕΡΙΝΩΝ (2020)
Τῌ Β' ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.,ΕΝ Τῼ
ΕΣΠΕΡΙΝῼ, Στιχηρὰ τοῦ Μάρτυρος,Ἦχος δ',
Ὡς γενναῖον ἐν Μάρτυσιν
Καὶ ἐν βίῳ περίδοξος, καὶ Μάρτυσι μέγιστος, Ἀθλητὰ Ἡσύχιε γνωριζόμενος, ταῖς οὐρανίαις
Δυνάμεσι, συνὼν παμμακάριστε, τῷ τῶν ὅλων
Βασιλεῖ, μετὰ δόξης παρίστασαι· ὅθεν πίστει σου, τοὺς γενναίους ἀγῶνας εὐφημοῦμεν, καὶ
τὴν μνήμην ἐκτελοῦμεν, τὸν Εὐεργέτην
δοξάζοντες.
Ἦχος δ'. Βασιλεῖ τῶν Δυνάμεων, στρατευθεὶς διὰ πίστεως, ἀθλητὰ Ἡσύχιε, δόγμα ἄθεον,
παρανομούντων ἠκύρωσας, Βασιλέων ἔνδοξε,
καὶ προείλου τὸ θανεῖν διὰ πόθον τόν ἔνθεον· ὅθεν ἅπασα, ἡ σεπτὴ Ἐκκλησία ἑορτάζει, τὴν
πανέορτόν σου μνήμην, καὶ θυμηδίας ἀνάπλεων.
Ἦχος δ'. Ποταμίοις ἐν ῥεύμασιν, ἀπερρίφης Ἡσύχιε, ἐν αὐτοῖς τὸν δράκοντα τὸν πολέμιον,
ἐναποπνίξας πανόλβιε, καὶ νῦν ἀνελήλυθας εἰς
αὐτοὺς τοὺς οὐρανούς, τοὺς στεφάνους ληψόμενος καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ
Ἀθλοφόρε, τῶν Ἀγγέλων συμπολῖτα, τῆς εὐσεβείας
ἑδραίωμα.
Θεοτοκίον,Ἦχος δ',Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα,
καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον
καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχος καὶ
παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ
ἐλευθέρωσον.
Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ, Μνήιμη τῶν ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων,
τῶν ἐν τῇ λίμνη Σεβαστείας μαρτυρησάντων.,
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ,Στιχηρὰ τῶν Μαρτύρων,Ἦχος β',Ἰωάννου Μοναχοῦ
Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι
Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ
τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ
πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν
ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα,
παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος
τῶν ψυχῶν ἡμῶν.
Ἦχος β', Ῥίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι
πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν
ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι,
ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων
ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς
νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ
Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος β', Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν,
ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν
ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ
αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς
Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ,
καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν,από τα Ἀπόστιχα (όρθρου),Δοξαστικὸν,Ἦχος β',Ἰδιόμελον
Τὴν λίμνην ὡς Παράδεισον, καὶ τὸ κρύος ὡς καύσωνα, οἱ Μάρτυρες ἡγήσαντο, Χριστὲ ὁ Θεός, οὐκ ἔπτηξαν τὸν λογισμὸν αἱ τῶν τυράννων
ἀπειλαί, οὐκ ἐδειλίασαν οἱ γενναῖοι τῶν βασάνων τὰς προσβολάς, ὅπλον θεῖον κεκτημένοι τὸν Σταυρόν· δι' αὐτοῦ γὰρ τὸν ἐχθρόν, ὡς κραταιοὶ
ἐτροπώσαντο· ὅθεν καὶ τὸν στέφανον ἐκομίσαντο τῆς χάριτος.
ΘεοτοκίονἮχος β',Ὅτε ἐκ τοῦ ξύλου σε
Ἔργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως,
καὶ σκότους· διό σου, δέομαι Πανάμωμε· Τῇ δυναστείᾳ σου, ῥῆξον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς ἀφθαρσίας με χλαῖναν, ἔνδυσον
γυμνώττοντα καὶ σῶσόν με.
…..ότι σου εστίν η βασιλεία...9-3, Ἀπολυτίκιον,Ἦχος α'
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.
Καὶ νῦν ... Θεοτοκίον,Αὐτόμελον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι
ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Τῌ ΙΣΤ' ΤΟ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ,Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.,ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ,Στιχηρὰ τοῦ Μάρτυρος,
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ
Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ
ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος.
Ἦχος πλ. δ'
Κύριε σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν
κατ' ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε.
Ἦχος πλ. δ'
Κύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ
καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.
Θεοτοκίον,Ἦχος πλ. δ',Κύριε, εἰ καὶ κριτηρίῳ
Κύριε, δέξαι σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος σου, καὶ
ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν.
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ,Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Νίκωνος καὶ τῶν αὐτοῦ Μαθητῶν ἑκατὸν ἐνενήκοντα ἐννέα.,ΕΝ
Τῼ ΕΣΠΕΡΙΝῼ,Στιχηρὰ τοῦ Ὁσίου,Ἦχος δ',Ὡς γενναῖον ἐν Μάρτυσι
Ἡδονὰς τὰς τοῦ σώματος, καὶ σαρκὸς τὸ δυσήνιον, τῷ κημῷ μακάριε καθυπέταξας, τὰς ἐγκρατείας ἐν χάριτι, νικήσας ὡς ἄριστος, πανοπλίαν
τοῦ ἐχθροῦ, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν γέγονας ποδηγὸς μοναζόντων ἑπομένων, τῷ πανσόφῳ σου καὶ θείῳ Νίκων κηρύγματι πάντοτε.
Ἦχος δ'
Ἀναλάμψας ὡς ἥλιος, ἐξ Ἑῴας Πανόλβιε, οἰκουμένην ἅπασαν κατεφώτισας, τῇ τῶν θαυμάτων λαμπρότητι, χορὸν ἐπαγόμενος, ὡς ἀστέρων
φαεινῶν, ὀπαδῶν, μεθ' ὧν ἤθλησας, καρτερώτατα, διὰ ξίφους τμηθέντες, καὶ εἰς χεῖρας, τοῦ παντάνακτος Δεσπότου, ὑμῶν τὰ πνεύματα
θέμενοι.
Ἦχος δ'
Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ γυμνότης οὐ μάστιγες, οὐχ ὁ βιαιότατος ὄντως θάνατος, ὑμᾶς ἀγάπης ἐχώρισε, Χριστοῦ ἀξιάγαστοι, ἀλλ' ὡς
ἄρνες εἰς σφαγήν, τῷ ποιμένι ἑπόμενοι, ἐκ τῆς δύσεως, πρὸς ἀνέσπερον λῆξιν οὐρανίου, Βασιλείας, Ἀθλοφόροι, στεφανηφόροι ἐφθάσατε.
Θεοτοκίον,Ἦχος δ',Ὡς γενναῖον ἐν Μάρτυσι
Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς
φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας
τεύξασθαι χάριτος.
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ,Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.,ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ,Στιχηρὰ
τοῦ Ὁσίου,Ἦχος πλ. δ',Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε,
καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.
Ἦχος πλ. δ', Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος,
ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων
σου, θεόφρον Ὅσιε.
Ἦχος πλ. δ', Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν
Σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος, τοῦ
θείου Πνεύματος.
Θεοτοκίον,Ἦχος πλ. δ',Ὢ τοῦ παραδόξου θαύματος
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, διὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ
ἡ ἀπόλαυσις.
Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ,Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.,ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ,
Στιχηρὰ τοῦ Πατριάρχου,Ἦχος πλ. δ',Κύριε, εἰ καὶ κριτηρίῳ
Κύριε, σὺ ἐν τῷ λειμῶνι τῆς θείας, τρυφῆς Εὐτύχιον ἤνθησας, νάμασι τῆς σῆς τε σοφίας, τοῦτον ἐνθέως κατήρδευσας, καὶ διὰ τοῦτο καρπούς,
ἐξήνθησε τῆς γνώσεως, εὐσεβείᾳ κατευφραίνων, τοὺς πιστῶς σε μεγαλύνοντας.
Ἦχος πλ. δ'. Κύριε, σὺ ὁ ἐμβατεύων καρδίας, καὶ προγινώσκων τὰ κρύφια, σκεῦος προϊδὼν ἐκλογῆς σου, τὸν Ἱεράρχην Εὐτύχιον, τῆς
Ἐκκλησίας τῆς σῆς, ποιμένα ἐγκατέστησας· διὰ τοῦτο εὐσεβείας, ἐπὶ χλόην ταύτην ἴθυνεν.
Ἦχος πλ. δ'. Κύριε, σὺ ὁ τὸν σοφὸν Ἱεράρχην κατακοσμήσας τῇ χάριτι, καὶ Ἱεραρχίας ποδήρει, καταφαιδρύνας ὡς εὔσπλαγχνος, ἐν ἀρεταῖς
καὶ ἡμᾶς, εὐχαῖς αὐτοῦ καταύγασον, τοῦ ὑμνεῖν σε ὀρθοδόξως, ἐν ἁγνείᾳ καὶ σεμνότητι.
Θεοτοκίον,Ἦχος πλ. δ',Κύριε, εἰ καὶ κριτηρίῳ


Ἄχραντε, ἡ τὸν ἐν Ἁγίοις τεκοῦσα, ἀναπαυόμενον Κύριον, σὺ με μολυνθέντα ἀθλίως, ὑπὸ παθῶν ἀποκάθαρον, καὶ τῆς ἁγνείας ὁδούς,
ὁδήγησον πορεύεσθαι· σὺ γάρ πάντων εἶ προστάτις, ἀκαταίσχυντος τῶν δούλων σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...