Τετάρτη 28 Οκτωβρίου 2015

ΤΡΙΑ ΤΥΠΙΚΑ ΑΡΤΟΚΛΑΣΙΑΣ:

ΤΡΙΑ ΤΥΠΙΚΑ ΑΡΤΟΚΛΑΣΙΑΣ:
ΑΡΤΟΚΛΑΣΙΑ
Δ.: Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου· δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.  Ὁ Χορός, μεθ’ ἑκάστην Δέησιν, ψάλλει τρίς, τό· Κύριε, ἐλέησον.
῎Ε­τι δε­ό­με­θα ὑ­πέρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ κατὰ ξηρὰν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου (ἢ τῶν συνδρομητῶν, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τῆς ἁ­γί­ας Μο­νῆς ταύ­της, τῶν ἀδελφῶν τῆς ἁ­γί­ας Μο­νῆς ταύ­της, τῶν εὐλαβῶν προσκυνητῶν),  καί τῶν δού­λων αὐ­τοῦ(καί μνη­μο­νεύ­ει τῶν ὀ­νο­μά­των τῶν προ­σφε­ρό­ντων τούς ῎Αρ­τους) τῶν ἐ­πι­τε­λού­ντων τήν ἁ­γί­αν ἑ­ορ­τήν ταύ­την καὶ προ­σφε­ρό­ντων τὰ δῶρα ταῦτα (ὑ­γεί­ας καί σω­τη­ρί­ας ὑ­πέρ αὐ­τῶν εἴ­πω­μεν). 
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν, τὴν πόλιν καὶ νῆ­σον ταύτην, (ἢ τὴν Ἁγίαν Μονὴν ταύτην) καὶ πᾶσαν (Μονήν) πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ πρῶτος τῇ τάξει τῶν Ἱερέων, κλινόμενος, λέγει· Ἀμήν. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός· Ἀμήν. Ὁ Ἱερεύς·+ Εἰρήνη πᾶσι. Ὁ Χορός· Καὶ τῷ πνεύματί σου. Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἱερεύς· Δέσποτα, πολυέλεε Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων·  τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης (τοῦ ἁγίου τῆς ἡμέρας,) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων σου τῶν Ἁγίων· Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ’ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ὁ Χορός· Ἀμήν. 
Ὁ Ἱερεὺς θυμιᾷ καὶ ὁ Χορὸς ψάλλει· Ἦχος πλ. α’. Θεοτόκε Παρθένε, χαῖρε Κεχαριτωμένη Μαρία ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.  Ἐν τῇ Διακαινησίμῳ ἑβδομάδι, ἀντὶ τοῦ <Θεοτόκε Παρθένε>, ψάλλεται τό· <Χριστὸς ἀνέστη>.  Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς(λαβὼν ἕναν ἄρτον καὶ εὐλογῶν αὐτόν)·
+Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τῇ πόλει (ἢ τῇ ἁγίᾳ Μονῇ, ἢ τῇ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ ἐν τῷ κόσμῳ σου ἅπαντι· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ὁ Χορός· Ἀμήν. (ἀσπασμὸς ἄρτου)
Ὁ Ἱερεύς· Ἦχος βαρύς.  Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Οἱ δὲ Χοροὶ ἐπαναλαμβάνουσι τὸ αὐτὸ δίς.
Σημ. 1. Ἐν Ἀγρυπνίαις. Τελουμένης ὁλονυκτίου Ἀκολουθίας (Ἀγρυπνίας), ἡ εὐλόγησις τῶν Ἄρτων καὶ ἡ Ἀρτοκλασία, κατά τε τὴν παλαιὰν καὶ κανονικὴν Διάταξιν, γίνεται, κατὰ τὴν ἀνωτέρω Τυπικὴν Διάταξιν, εὐθὺς μετὰ τὰ Ἀπολυτίκια τοῦ Ἑσπερινοῦ. Σημ. 2. Ἐν τῷ Ὄρθρῳ. Τελουμένης Ἀρτοκλασίας ἐν τῷ Ὄρθρῳ, ἡ εὐλόγησις τῶν ἄρτων γίνεται ἅμα τῷ πέρατι τῆς ὀρθρινῆς Ἀκολουθίας, ἤτοι μετὰ τὴν Δοξολογίαν.


 ΑΡΤΟΚΛΑΣΙΑ (ΜΟΝΑΣΤΗΡΙΑΚΟ ΤΥΠΙΚΟ)ΜΕΤΑ ΤΟ ΠΕΡΑΣ ΤΩΝ ΙΔΙΟΜΕΛΩΝ ΤΗΣ ΛΙΤΗΣ ΒΓΑΙΝΟΥΜΕ ΜΕ ΤΗΝ ΕΙΚΟΝΑ, ΤΗΝ ΤΟΠΟΘΕΤΟΥΜΕ ΣΤΟ ΤΡΑΠΕΖΙ, ΘΥΜΙΑΖΟΥΜΕ ΚΑΙ (Δ): Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων· [τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλης, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης·] τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Καλύμνῳ ἀσκήσαντος) (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω)· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· τοῦ Ἁγίου (τῆς ἡμέρας) οὗ (ἢ ὧν) καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων Σου τῶν Ἁγίων· Ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Μ΄ΚΑΙ Γ΄).  ῎Ε­τι δε­ό­με­θα ὑ­πέρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Γ΄). Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρὸς καὶ  Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Γ΄). Ἔτι δεόμεθα ὑπὲρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Γ΄). ΕΤΙ ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΠΑΣΗΣ ΨΥΧΗΣ ΧΡΙΣΤΙΑΝΩΝ ΘΛΙΒΟΜΕΝΗΣ ΤΕ ΚΑΙ ΚΑΤΑΠΟΝΟΥΜΕΝΗΣ, ΕΛΕΟΥΣ ΘΕΟΥ ΚΑΙ ΒΟΗΘΕΙΑΣ ΕΠΙΔΕΟΜΕΝΗΣ, ΣΚΕΠΗΣ ΤΟΥ ΑΓΙΟΥ ΟΙΚΟΥ ΤΟΥΤΟΥ ΚΑΙ ΤΩΝ ΚΑΤΟΙΚΟΥΝΤΩΝ ΕΝ ΑΥΤΩ· ΕΙΡΗΝΗΣ ΚΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ ΤΟΥ ΣΥΜΠΑΝΤΟΣ ΚΟΣΜΟΥ·  ΕΥΣΤΑΘΕΙΑΣ ΤΩΝ ΑΓΙΩΝ ΤΟΥ ΘΕΟΥ ΕΚΚΛΗΣΙΩΝ· ΣΩΤΗΡΙΑΣ ΚΑΙ ΒΟΗΘΕΙΑΣ ΤΩΝ ΜΕΤΑ ΣΠΟΥΔΗΣ ΚΑΙ ΦΟΒΟΥ ΘΕΟΥ ΚΟΠΙΩΝΤΩΝ ΚΑΙ ΔΙΑΚΟΝΟΥΝΤΩΝ ΠΑΤΕΡΩΝ ΚΑΙ ΑΔΕΛΦΩΝ ΗΜΩΝ· ΥΠΕΡ ΤΩΝ ΑΠΟΛΕΙΦΘΕΝΤΩΝ ΚΑΙ ΤΩΝ ΕΝ ΑΠΟΔΗΜΙΑΙΣ ΟΝΤΩΝ· ΙΑΣΕΩΣ ΤΩΝ ΕΝ ΑΣΘΕΝΕΙΑΙΣ ΚΑΤΑΚΕΙΜΕΝΩΝ· ΥΠΕΡ ΑΝΕΣΕΩΣ, ΜΑΚΑΡΙΑΣ ΜΝΗΜΗΣ ΚΑΙ ΑΦΕΣΕΩΣ ΤΩΝ ΑΜΑΡΤΙΩΝ ΠΑΝΤΩΝ ΤΩΝ ΠΡΟΑΠΕΛΘΟΝΤΩΝ ΠΑΤΕΡΩΝ ΚΑΙ ΑΔΕΛΦΩΝ ΗΜΩΝ, ΤΩΝ ΕΝΘΑΔΕ ΕΥΣΕΒΩΣ ΚΕΙΜΕΝΩΝ ΚΑΙ ΑΠΑΝΤΑΧΟΥ ΟΘΟΔΟΞΩΝ· ΥΠΕΡ ΑΝΑΡΡΥΣΕΩΣ ΤΩΝ ΑΙΧΜΑΛΩΤΩΝ ΚΑΙ ΥΠΕΡ ΤΩΝ ΑΔΕΛΦΩΝ ΗΜΩΝ ΤΩΝ ΕΝ ΤΑΙΣ ΔΙΑΚΟΝΙΑΙΣ ΟΝΤΩΝ ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΔΙΑΚΟΝΟΥΝΤΩΝ ΚΑΙ ΔΙΑΚΟΝΗΣΑΝΤΩΝ ΕΝ ΤΗ ΑΓΙΑ ΜΟΝΗ ΤΑΥΤΗ, ΕΙΠΩΜΕΝ. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Μ΄ΚΑΙ Γ΄). (ΜΝΗΜΟΝΕΥΣΙΣ ΟΝΟΜΑΤΩΝ) Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν, τὴν πόλιν καὶ νῆ­σον ταύτην, (ἢ τὴν Ἁγίαν Μονὴν ταύτην) καὶ πᾶσαν (Μονήν) πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.(ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ 40, ΑΝΑ 10 ΕΝΑΛΛΑΞ ΚΑΙ ΠΑΛΙ 3 ΕΝΑΛΛΑΞ). Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς. (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Γ΄).
(Ἱ): Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός· Ἀμήν. (Ἱ): Εἰρήνη πᾶσι. Χορός· Καὶ τῷ πνεύματί σου. (Δ):  Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Χορός· Σοί, Κύριε. (Ἱ):  Δέσποτα, πολυέλεε Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου, ἐπισκόπου Μύρων τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρων, Τήρωνος καὶ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Καλύμνῳ ἀσκήσαντος)·  (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης (τοῦ ἁγίου τῆς ἡμέρας ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἀνωτέρω, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων σου τῶν Ἁγίων· Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ’ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Χορός· Ἀμήν. ΤΟΠΟΘΕΤΟΥΜΕ ΤΗΝ ΕΙΚΟΝΑ ΣΤΗΝ ΘΕΣΗ ΤΗΣ ΚΑΙ ΜΠΑΙΝΟΥΜΕ ΣΤΟ ΙΕΡΟ.
ΜΕΤΑ ΤΑ ΑΠΟΣΤΙΧΑ, ΝΥΝ ΑΠΟΛΥΕΙΣ, ΠΑΤΕΡ ΗΜΩΝ… ΒΓΑΙΝΟΥΜΕ ΕΞΩ, ΘΥΜΙΑΖΟΥΜΕ ΤΟΥΣ ΑΡΤΟΥΣ ΕΝΩ ΨΑΛΛΕΤΑΙ ΥΠΟ ΤΟΥ ΧΟΡΟΥ ΤΟ ΤΕΛΕΥΤΑΙΟ ΑΠΟΛΥΤΙΚΙΟ ΄Η «Ὁ Ἱερεὺς θυμιᾷ καὶ ὁ Χορὸς ψάλλει· Ἦχος πλ. α’. Θεοτόκε Παρθένε, χαῖρε Κεχαριτωμένη Μαρία ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν», ΚΑΙ ΜΕΤΑ, (Δ):  «ΤΟΥ ΚΥΡΙΟΥ ΔΕΗΘΩΜΕΝ». (Ἱ): Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τῇ πόλει (ἢ τῇ ἁγίᾳ Μονῇ, ἢ τῇ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ ἐν τῷ κόσμῳ σου ἅπαντι· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.(Ο ΧΟΡΟΣ ΨΑΛΛΕΙ: ΕΙΗ ΤΟ ΟΝΟΜΑ ΚΥΡΙΟΥ ΕΥΛΟΓΗΜΕΝΟΝ ΑΠΟ ΤΟΥ ΝΥΝ ΚΑΙ ΕΩΣ ΤΟΥ ΑΙΩΝΟΣ (3)]ΑΣΠΑΖΟΜΕΘΑ ΕΝΑ ΤΩΝ ΑΡΤΩΝ ΚΑΙ ΔΙΑΒΑΖΕΤΑΙ ΤΟ: «ΨΑΛΜΟΣ ΛΓ' 33, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ' Αὐτόν, φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. (ΨΑΛΤΑ: Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.(3)». ΠΟΙΟΥΜΕ ΣΧΗΜΑ ΚΑΙ ΜΠΑΙΝΟΥΜΕ ΣΤΟ ΑΓΙΟ ΒΗΜΑ. (ΠΛΟΥΣΙΟΙ ΕΠΤΩΧΕΥΣΑΝ…) Δ.: ΤΟΥ ΚΥΡΙΟΥ ΔΕΗΘΩΜΕΝ. ΕΥΛΟΓΙΑ ΚΥΡΙΟΥ ΚΑΙ ΕΛΕΟΣ ΕΛΘΟΙ ΕΦ΄ΥΜΑΣ…

(«ΣΑΛΙΒΕΡΟΥ»)Ἐὰν ὑπάρχη λιτή, καὶ ἀρτοκλασία, μετά τὰ πληρωτικὰ καὶ τὴν ἐκφώνησιν «Εἴη τὸ κράτος τῆς βασιλείας σου...» γίνεται πέριξ τοῦ ναοῦ, ψαλλομένων τῶν ἰδιομέλων τῆς λιτῆς. Ἐπανερχομένη αὕτη εἰς τὸν ναὸν (ἤ εἴς τινας κοινότητας πρὸ τῆς δυτικῆς εἰσόδου τοῦ ναοῦ), ὁ διάκονος (ἤ ἐλλείψει αὐτοῦ ὁ ἱερεὺς) ἐκφωνεῖ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου...» καὶ τὰς λοιμὰς δεήσεις.( Ή ΣΤΟΝ ΟΡΘΡΟ ΜΕΤΑ ΤΗΝ ΔΟΞΟΛΟΓΙΑ)
ΔΙΑΚΟΝΟΣ
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων: ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ')[καί μετά ἀπό κάθε αἴτηση] τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν. τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ἔτι δεόμεθα ὑπὲρ τῆς Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ταύτης ( ) Μοναχῆς μετὰ τῆς Συνοδείας αὐτῆς. τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (δεινα) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην,ΥΓΕΙΑΣ ΚΑΙ ΣΩΤΗΡΙΑΣ ΥΠΕΡ ΑΥΤΩΝ ΕΙΠΩΜΕΝ. τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν (ΜΟΝΗΝ) ἐκκλησίαν ταύτην, τὴν πόλιν (ἢ κώμην) ταύτην, (τὴν νῆσον ταύτην), καὶ πᾶσαν (ΜΟΝΗΝ)  πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθον καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεησαι ἡμᾶς. τι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεήσαι ἡμᾶς. ΙΕΡΕΥΣ πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεήσαι ἡμᾶς. λεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ:  μήν.   Καί εὐλογῶν τὸν λαόν, ὁ Ἱερεὺς λέγει: Εἰρήνη πᾶσι. ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. ΔΙΑΚΟΝΟΣ Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. ΧΟΡΟΣ: Σοί, Κύριε. ΙΕΡΕΥΣ Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος τῶν θαυματουργῶν. τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας [οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν]), καὶ πάντων σου τῶν Ἁγίων, εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμιν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπη τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμάς καὶ τὸν κόσμον σου, και σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος. ΧΟΡΟΣ:  μήν. κρατῶν ὁ ἱερεὺς τὸν θυμιατὸν, ψάλλει το τροπάριον «Θεοτόκε Παρθένε...» κύκλῳ τοῦ τετραποδίου ὅπου οἱ ἄρτοι. Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου...ΧΟΡΟΣ: ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Ἀκολούθως λέγει τὴν εὐχὴν τῶν ἄρτων. ΙΕΡΕΥΣ / ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. ΧΟΡΟΣ: Κύριε ἐλέησον. ΙΕΡΕΥΣ. Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτός εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σίτον, τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει (Μονῇ, Κώμῃ) και τῇ νήσῳ ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἄπαντα·   καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. τι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν. Καὶ ὑψῶνει ὁ Ἱερεύς, ἑνὶ τῶν ἄρτων, καὶ τυπώσας ἐν αὐτῷ Σταυρόν, ψάλλει: Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Αὐτό ἐπαναλαμβάνεται ὑπὸ τῶν χορῶν δίς . ΑΠΟΛΥΤΙΚΙΟΝ, Θ. ΛΕΙΤΟΥΡΓΙΑ.
 (ΝΥΝ ΑΠΟΛΥΕΙΣ…, ΤΡΙΣΑΓΙΟΝ…)


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...