Κυριακή 25 Οκτωβρίου 2015

ΤΥΠΙΚΟ ΤΟΥ ΟΡΘΡΟΥ

ΓΙΑ ΟΣΟΥΣ ΕΝΔΙΑΦΕΡΟΝΤΑΙ ΝΑ ΜΑΘΟΥΝ ΤΟ ΤΥΠΙΚΟ ΤΟΥ ΟΡΘΡΟΥ ΚΑΙ ΝΑ ΕΧΟΥΝ ΣΕ ΦΑΚΕΛΟΥΣ ΤΙΣ ΑΚΟΛΟΥΘΙΕΣ ΕΚΤΥΠΩΜΕΝΕΣ- ΧΩΡΙΣΜΕΝΕΣ ΣΕ ΜΕΡΗ (ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ, ΠΑΡΑΚΛΗΤΙΚΗ, ΜΗΝΑΙΟΝ ΚΛΠ.) ΩΣΤΕ ΝΑ ΕΙΝΑΙ ΕΥΚΟΛΟ ΤΟ «ΜΟΝΤΑΖ»ΓΙΑ ΤΗΝ ΕΠΟΜΕΝΗ ΦΟΡΑ ΚΑΙ ΓΙΑ ΝΑ ΜΗΝ ΧΑΝΕΤΑΙ ΧΑΡΤΙ ΚΑΙ ΜΕΛΑΝΙ ΜΕ ΑΠΕΙΡΕΣ ΕΚΤΥΠΩΣΕΙΣ.
ΣΤΟ ΠΑΡΑΚΑΤΩ ΠΑΡΑΔΕΙΓΜΑ ΘΑ ΧΩΡΙΣΟΥΜΕ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 1-11-2015 ΣΕ ΟΡΙΣΜΕΝΑ ΜΕΡΗ, ΤΑ ΟΠΟΙΑ ΜΕΤΑ ΤΟ ΤΕΛΟΣ ΤΗΣ ΚΥΡΙΑΚΑΤΙΚΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑ ΘΑ ΜΠΟΥΝ ΤΟ ΚΑΘΕΝΑ ΣΤΟΝ ΦΑΚΕΛΟ ΤΟΥ, ΓΙΑ ΝΑ ΕΙΝΑΙ ΕΤΟΙΜΑ ΠΡΟΣ ΧΡΗΣΙΝ ΓΙΑ ΤΗΝ ΕΠΟΜΕΝΗ ΦΟΡΑ. ΣΤΗΝ ΑΡΧΗ ΚΑΘΕ ΣΕΛΙΔΑΣ ΘΑ ΓΡΑΦΟΥΜΕ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΦΑΚΕΛΟΥ ΠΟΥ ΠΡΕΠΕΙ ΝΑ ΜΠΕΙ Η ΕΚΤΥΠΩΜΕΝΗ ΣΕΛΙΔΑ: ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ, ΜΗΝΑΙΟΝ ΜΕ ΗΜΕΡΟΜΗΝΙΑ, ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΑΣ ΑΠΟ ΤΗΝ ΠΑΡΑΚΛΗΤΙΚΗ ΚΛΠ. ΥΠΑΡΧΟΥΝ ΦΑΚΕΛΟΙ ΜΕ 0,25 ΕΥΡΩ ΚΑΙ ΤΟ ΧΑΡΤΙ ΤΟΥ ΕΚΤΥΠΩΤΗ ΜΕ ΤΑ ΜΕΛΑΝΙΑ…ΕΙΝΑΙ ΓΝΩΣΤΟ ΠΟΣΟ ΚΟΣΤΙΖΟΥΝ. ΚΑΛΗ ΕΚΜΑΘΗΣΙ ΤΟΥ ΤΥΠΙΚΟΥ ΚΑΙ ΑΠΟΘΗΚΕΥΣΙ!! (ΟΡΙΣΜΕΝΕΝΑ ΦΥΛΛΑ ΘΑ ΕΚΤΥΠΩΘΟΥΝ ΜΠΡΟΣ –ΠΙΣΩ).
































ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄

1 ΝΟΕΜΒΡΙΟΥ 2015
ΚΥΡΙΑΚΗ Ε’ΛΟΥΚΑ
Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
῏Ηχος πλ.α’–῾Εωθινόν ΙΑ’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
ΑΠΟΛΥΤΙΚΙΑ 
Ἦχος πλ.α’
ὁ α’ χορὸς
μήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α'. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ὁ α’ χορὸς
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ὁ α’ χορός
Ἀπολυτίκιον  Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
















ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
(ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΛΥΤΙΚΙΟ)…ὁ β’ χορός
Δόξα Πατρί...Ἦχος πλ.δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον.
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
  Ὅτι σὸν τὸ κράτος... 
ΚΑΘΙΣΜΑΤΑ

































ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
 (Ὅτι σὸν τὸ κράτος... )  ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
ὁ β’ χορός
Δόξα Πατρὶ...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.
ὁ α’ χορός
Δόξα Πατρί...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. 
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
πειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.( Τὰ ἀναστάσιμα εὐλογητάρια.)







ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
 (ΚΑΘΙΣΜΑΤΑ )Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. 
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
 Ὅτι ηὐλόγηταί σου...








ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
Ὅτι ηὐλόγηταί σου...
Ἡ Ὑπακοὴ  Ἦχος πλ.α’
γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
ὁ α’ χορός
Ἀντίφωνον Α
ν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
ὁ β’ χορός
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
ὁ β’ χορός
Ἀντίφωνον Β
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
ὁ α’ χορός
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
ὁ β’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἀντίφωνον Γ
πὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
ὁ β’ χορός
πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί...
ὁ β’ χορός
...μα τε καὶ Λόγῳ.
Προκείμενον
ὁ α’ χορός
νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ β’ χορός
νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.
νάστηθι Κύριε ὁ Θεός μου...
ὁ β’ χορός
... τι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. ΕΙΔΗΣΙΣ
Κατὰ τὸ ἰσχῦον Τυπικὸν Γεωργίου Βιολάκη τὸ Ἑωθινὸν Εὐαγγέλιον λέγεται μετὰ τοὺς κανόνας καὶ τὴν η΄ ᾠδὴν τῶν κατα­βασιῶν. Ἐνταῦθα δέ, ὅπου τηρεῖται ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου μετὰ τοὺς ἀναβαθμούς.

ΚΑΝΟΝΕΣ






ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
(ΑΝΑΒΑΘΜΟΙ)…ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος
ὁ α’ χορός
ᾠδὴ α’  Ἦχος πλ. α’. Ὁ Εἱρμὸς
ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
γειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
ὁ β’ χορός
Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.
(ΑΠΟ ΤΟ ΜΗΝΑΙΟΝ)


























ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
 (ΠΑΡΑΚΛΗΤΙΚΗ)…Τῶν Ἁγίων
  ᾠδὴ α’  Ἦχος δ’
ὁ α’ χορὸς
Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τριστάτας κραταιούς
Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τριάδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπρότησιν.
ὁ β’ χορὸς
Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
πέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι, ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
νύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διϋπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σωτῆρα καὶ Θεόν, ἐξ ἀγνῶν σου αἱμάτων, ἐσωμάτωσας Ἁγνή, τὸν δείξαντα ἡμῖν, ἰατροὺς τῶν παθῶν ἡμῶν, Ἄχραντε σωτηριώδεις, καὶ θερμοὺς ἀντιλήπτορας, τούς σεπτοὺς Ἀναργύρους ἐν Πνεύματι.
ὁ Ἀναστάσιμος






















ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
(ΤΟΥ ΜΗΝΑΙΟΥ)…ὁ α’ χορός
ᾠδὴ γ’ Ὁ Εἱρμὸς
πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
ὁ β’ χορός
Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
ᾠδὴ γ’  
Τῶν Ἁγίων

























ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
 (ΠΑΡΑΚΛΗΤΙΚΗ)…ᾠδὴ γ’  
Τῶν Ἁγίων
ὁ α’ χορὸς 
Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οὐκ ἐν σοφίᾳ 
Μύρον εὐῶδες, ἰαμάτων θεῖος ναὸς ὑμῶν, ἀναβλύζων ἱερῶς, ταῖς ἐπομβρίαις τοῦ Πνεύματος, πάθη δυσωδέστατα, ἐκπλύνει πάντοτε.
βχορὸς
Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
πουρανίαις, ἐν σκηναῖς αὐλιζόμενοι πάντοτε, τὴν σκηνὴν ὑμῶν ἀεί, πηγὴν ἰάσεων Ἅγιοι, χάριτι δεικνύετε, τοῦ Παντοκράτορος.
αχορὸς
Δόξα Πατρὶ...
Σαρκὸς τὰ πάθη, ἐγκρατείας κημῷ χαλινώσαντες, τὰς τοῦ Πνεύματος αὐγάς, πλουσιωτάτως ἐδέξασθε, ὅθεν ταῖς ἰάσεσι, κόσμον πλουτίζετε.
βχορὸς 
Καὶ νῦν... Θεοτοκίον
ραιοτάτην, ἐν γυναιξὶ σε Θεὸς ἐξελέξατο, καὶ ἐκ σοῦ σωματικῶς, Ἁγνὴ τεχθῆναι εὐδόκησεν, ἀναπαυόμενος, ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Συναπτὴ μικρά καὶ  Ἐκφώνησις
 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... 
βχορός
Κάθισμα  Ἦχος πλ. δ’  - Τὴν Σοφίαν καὶ Λόγον
αμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι, τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε, ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ὁ α’ χορὸς 
Δόξα Πατρί...  Καί νῦν... Θεοτοκίον Ὅμοιον
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν. Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις σου, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.  
(ΣΥΝΗΘΩΣ ΠΑΡΑΛΕΙΠΟΝΤΑΙ ΟΙ ΩΔΕΣ Δ΄, Ε΄ ΚΑΙ ΣΤ΄)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...





ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον
  Ἦχος πλ. α'. Μιμητὴς ὑπάρχων
Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Συναξάριον
































ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
 (ΑΝΑΣΤΑΣΙΜΟΝ ΚΟΝΤΑΚΙΟΝ-ΟΙΚΟΣ)…
Μήν Νοέμβριος ἔχων ἡμέρας τριάκοντα
ἡ ἡμέρα ἔχει ὥρας ι’ καὶ ἡ νὺξ ὥρας ιδ’
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Α’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
Στίχοι
·       Ε καὶ παρῆκαν γν Ἀνάργυροι δύω,
·       Πληροῦσιν, ς πρίν, κα πάλιν γν θαυμάτων.
·       Πρώτ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.

Τ αὐτ ἡμέρ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανς.
Στίχοι
·       Καὶ Κυρίαινα πρὸς τὸ πρ ἀποπνέει,
·       Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.
·       Τ πρὸς σὲ φίλτρ, Σῶτερ, ἐκκεκαυμένη,
·       Ἰουλιανὴ κασιν ἐκ πυρὸς φέρει.

Τ αὐτ ἡμέρ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, κα ἑτέρων πέντε.
Στίχοι
·       Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις,
·       Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.
Στίχοι
·       Σὺν Ἰακώβ τ θύτ Χριστοῦ, ξίφος
·       Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης.

Τ αὐτ ἡμέρ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.
Στίχοι
·       Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,
·       Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ.

Ο Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται.

Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος, Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι' ἀγχόνης τελειωθέντων κατὰ τὸ 1520.

Ὅσιος πατὴρ ἡμῶν Δαβίδ, ἐν Εὐβοίᾳ ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Θεὸς ἐλέησον ἡμᾶς. μήν. ΚΑΤΑΒΑΣΙΑΙ
ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ. ᾠδὴ α 
νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου...
ὁ α’ χορός
...στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾠδὴ ε’ 
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.  
ὁ β’ χορός
ᾠδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
 Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου………… Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ.
πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. 
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...( ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ)

ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
 (ΚΑΤΑΒΑΣΙΑΙ)…
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...
ὁ α’ χορὸς
Ἦχος β
μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
ΕΩΘΙΝΟΝ  
ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, …
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης
νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β
·       · λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
·       · πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
·       · τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
·       · Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
·       · δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
·       · δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
·       · αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
·       · κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
·       · πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
·       · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
·       · Μ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
·       · πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
·       · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
·       · ῦσαί με ἐξ αἱμάτων Θεὸς, Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου.
·       · Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
·       · τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
·       · Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην Θεὸς οὐκ ἐξουδενώσει.
·       · γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
·       · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
·         Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με Θεός.
αχορὸς
Δόξα Πατρί... Ἦχος β
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
βχορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  
αχορὸς
Στίχ. λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος αὐτὸς
ναστὰς Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...





ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (χος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ.
πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. 
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...( ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ)










ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
γιος Κύριος ὁ Θεὸς ἡμῶν.  
ὁ β’ χορός
γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
τι ἅγιός ἐστι.
ὁ α’ χορός
Ἐξαποστειλάριον ΙΑ
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ᾔρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
ὁ β’ χορός ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ ΜΗΝΑΙΟΥ































ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ …
Ἦχος γ’
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει, διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.
ὁ α’ χορός
Θεοτοκίον
κύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην, διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων...
ὁ β’ χορός
...καὶ παντοίων κινδύνων. (ΑΙΝΟΙ ΗΧΟΥ ΚΥΡΙΑΚΗΣ)































ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
(ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ)…
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ.α’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
(Στιχηρὰ προσόμοια τῶν Ἁγίων ΜΗΝΑΙΟΥ)







ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
 (ΑΙΝΟΙ ΗΧΟΥ ΚΥΡΙΚΑΚΗΣ)…
Στιχηρὰ προσόμοια τῶν Ἁγίων Ἀναργύρων
Ἦχος δ’
ὁ α’ χορός
Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἔδωκας σημείωσιν
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Νάμασι τοῦ Πνεύματος...
ὁ α’ χορός
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ.
Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες΄ διὸ τὴν Ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός Δόξα Πατρί... (Ἦχος…ΕΩΘΙΝΟΝ)  


















ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»

(ΑΙΝΟΙ…)
Δόξα Πατρί... Ἦχος πλ.δ’  
ΕΩΘΙΝΟΝ ΙΑ’ 
Φανερῶν ἑαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε΄ Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
  βχορός
Καὶ νῦν... ἦχος β’ (πάντοτε)
περευλογημένη ὑπάρχεις,

































ΦΑΚΕΛΟΣ «ΣΤΑΘΕΡΑ ΟΡΘΡΟΥ ΓΙΑ ΟΛΕΣ ΤΙΣ ΚΥΡΙΑΚΕΣ»
 (ΕΩΘΙΝΟΝ)…ὁ βχορός
Καὶ νῦν... ἦχος β’ (πάντοτε)
περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ᾍδης ἠχμαλώτισται, Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
·       ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
·       ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
·       ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
·       ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
·       ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
·       ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
·       ·        Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
·       ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
·       ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
·       ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
·       ·        Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
·       ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
·       ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
·       ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
·       ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
·       ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
·       ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
γιος ὁ Θεός,
ὁ β’ χορός
γιος Ἰσχυρός,
ὁ α’ χορός
γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ.α’
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 
(ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ)







ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ (Ο ΧΟΡΟΣ). ΟΣΑ ΕΙΝΑΙ ΥΠΟΓΡΑΜΜΙΣΜΕΝΑ ΠΙΘΑΝΟΝ ΝΑ ΑΛΛΑΖΟΥΝ ΑΠΟ ΛΕΙΤΟΥΡΓΙΑ ΣΕ ΛΕΙΤΟΥΡΓΙΑ
(καμπάνα, καντήλια)Ἱ. :Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων./ Ἀμήν./ Κύριε ἐλέησον (12ἢ13). /Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. / Σοὶ, Κύριε. --- Αμήν. στίχος α΄. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β΄. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς ΘεοτόκουΣτίχ. γ΄. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις(Δόξα…Καὶ νῦν… Ταῖς πρεσβείαις)---.Κύριε, ελέησον (2). /Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. / Σοι, Κύριε. --- Ἀμήν. στίχος α΄. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. β΄. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…Στίχ. γ΄. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεὸς σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.--- Κύριε ἐλέησον (2). / Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. / Σοὶ, Κύριε. / Ἀμήν. --- (Μικρὰ εἴσοδος, λαμπάδα, ἑξαπτέρυγα...) Στίχ. α΄. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀπολυτίκιον (Στίχ. β΄. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ γῆ. Ἀπολυτίκιον)--- (1) ΙΕΡΕΙΣ: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν ( ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. β΄χορός ἐπαναλαμβάνει μετὰ τοὺς ἱερεῖς: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν ( ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. (2) α΄χορός: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν ( ἐν Ἁγίοις θαυμαστός) β΄χορός:  ψάλλοντάς σοι· Ἀλληλούϊα---ΑΠΟΛΥΤΙΚΙΑ ΗΧΟΣ Γ΄. ΘΕΙΑΣ ΠΙΣΤΕΩΣ. Γόνος γέγονας Γάνου καὶ Χώρας, μέγα καύχημα νήσου Καλύμνου, παμμακάριστε Σάββα, πατήρ ἡμῶν· καὶ γὰρ ὁδόν διελθών τῆς ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.(Στὰ μνημόσυνα: Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης, τῶν δούλων) σου· ἔνθα οὐκ ἐστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος). ΚΟΝΤΑΚΙΟΝ: Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.--- Κύριε ἐλέησον. / Ἀμήν. Ἅγιος Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(τρίς). Δόξα Πατρί καὶ Υἰῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος, ἐλέησον ἠμᾶς. / (ναὶ) Δύναμις. Ἄγιος Θεὸς - Ἅγιος ἰσχυρός - Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.--- (Ἀπόστολος, θυμίαμα, λαμπάδα) Ἀλληλούια. Ἀλληλούια. Ἀλληλούια.--- Καὶ τῷ πνεύματί σου. / Δόξα σοι, Κύριε, δόξα σοι. / ΕΥΑΓΓΕΛΙΟΝ --- Δόξα σοι, Κύριε, δόξα σοι. [ Κύριε ἐλέησον (γ΄) (8) τὴν τελευταίαν ἅπαξ / Ἀμήν. / Κύριε ἐλέησον.(7) /  Σοὶ, Κύριε. / Ἀμήν. / Κύριε ἐλέησον.(2) /  Ἀμήν. / Κύριε ἐλέησον (2).]
Ἀμήν. (θυμίαμα) Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. (Μεγάλη εἴσοδος, λαμπάδα, θυμιατό ἐξαπτέρυγα) / Ἀμήν. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα (γ΄). / Κύριε ἐλέησον.(5) / Παράσχου Κύριε(6). / Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. /  Σοὶ, Κύριε. / Ἀμήν. / Καὶ τῷ πνεύματί σου. / Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον (στὰ συλλείτουργα: Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου). / Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν.Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. (Ζέον) / Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. / Καὶ μετὰ τοῦ πνεύματός σου. / Ἔχομεν πρὸς τὸν Κύριον. / Ἄξιον καὶ δίκαιον. /  Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις. / Ἀμήν. / Ἀμήν. / Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.(καμπάνα, θυμίαμα, ἀντίδωρα) / Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. / Κύριε ἐλέησον. (ΜΕΓΑΛΥΝΑΡΙΟΝ) / Καὶ πάντων καὶ πασῶν. / Ἀμήν. / Και μετά του πνεύματος σου. --- Κύριε ἐλέησον (5). / Παράσχου Κύριε (6) Κύριε ἐλέησον(3) --- Σοί, Κύριε. / Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. /Ἀμήν. / Καὶ τῷ πνεύματί σου. / Σοί, Κύριε. /Ἀμήν. --- Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. - Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. (ΑΜΩΜΟΙ ΕΝ ΟΔΩ ΑΛΛΗΛΟΥΪΑ…)---Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου. (θυμιατό) / Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. / Ἀμήν. (Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.) / Κύριε ἐλέησον (2). / Σοί, Κύριε. / Ἀμήν. / Κύριε ἐλέησον. / Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.(τρίς). --- (Μετά πνευμάτων δικαίων…) --- Κύριε ἐλέησον. / Ἀμήν. / Δόξα Πατρί... Καὶ νῦν... Κύριε ἐλέησον (γ΄), Πάτερ ἅγιε, εὐλόγησον. / Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη. / Ἀμήν.(ἀντίδωρα, κεριά, καντήλια...).









ΦΑΚΕΛΟΣ ΗΧΟΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΠΛ. Α΄
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τὰ Ἀρχαῖα)
(Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ.175, Σημ.35 καὶ 36)
Ἀντίφωνον Α'
Ἦχος β´
ὁ Ἀναγνώστης: Στίχ. α'. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
ὁ α’ χορὸς
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ Ἀναγνώστης: Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
ὁ β’ χορὸς
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ὁ Ἀναγνώστης: Στίχ. γ'. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
ὁ α’ χορὸς
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα Πατρί...Καὶ νῦν...
ὁμοῦ οἱ δύο χοροί
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
ὁ Ἀναγνώστης: Στίχ. α´. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
βχορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ἀναγνώστης: Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
αχορός
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν...

Ἀναγνώστης: Στίχ.  γ´. Τ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
βχορός
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰς ἐκ νεκρῶν...
Ἀναγνώστης
Δόξα Πατρί...
βχορός
Καὶ νῦν...
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
αχορός
Ἀναγνώστης: Στίχ. α´.ξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ  
Ἀπολυτίκιον  Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
βχορός
Ἀναγνώστης: Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ γῆ.
Τὸν συνάναρχον Λόγον...  
αχορός
Ἀναγνώστης: Στίχ. γ´. Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸν συνάναρχον Λόγον...
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
αχορός 
 Ἦχος β’
 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν.....
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, λληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)
Ἀπολυτίκιον  Ἦχος πλ.α’
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορὸς (ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΑΖΟΝΤΟΣ ΑΓΙΟΥ)
ὁ α’ χορός
Τοῦ Ναοῦ
ὁ β’ χορὸς   
Κοντάκιον  Ἦχος β’
      ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) 
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τρισάγιον.


ΦΑΚΕΛΟΣ ΜΗΝΑΙΟΝ 1-11 ΚΥΡΙΑΚΗ
(ΑΝΑΣΤΑΣΙΜΟΝ ΑΠΟΛΥΤΙΚΙΟΝ)…
Ἀπολυτίκιον Ἦχος πλ.δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.    
(ΤΟΥ ΝΑΟΥ, ΚΟΝΤΑΚΙΟΝ…)

Ἀπόστολος τῶν ῾Αγίων (Α´ Κορ. ιβ´ 27 – ιγ´ 7).
Προκείμενον.Ἦχος δ’.
Τ
οῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
δελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ᾽Εὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ῾Η ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ῾Η ἀγάπη οὐδέποτε ἐκπίπτει.

λληλούϊα (γ’)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...