Δευτέρα 12 Οκτωβρίου 2015

ΣΑΒΒΑΤΟ ΜΕ ΑΛΛΗΛΟΥΙΑ

ΣΑΒΒΑΤΟ ΜΕ ΑΛΛΗΛΟΥΙΑ
Μετὰ τὸν Ἑξάψαλμον...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β’  τό,
ὁ α’ χορὸς
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον ἦχος β'
πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.    
Συναπτὴ μικρά καὶ  Ἐκφώνησις
  Ὅτι σὸν τὸ κράτος...   
Μετὰ τὴν α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ (ΤΟΥ ΗΧΟΥ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ)
…Μετὰ τν β’ Στιχολογίαν
…τὰ Νεκρώσιμα Εὐλογητάρια.
Ἦχος πλ.α’
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι΄ ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς  
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
πάλαι μέν ( παλάμῃ...) ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δόξα Πατρί...  Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. 
ὁ β’ χορὸς
λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
 ὁ α’ χορὸς
Καί ἀναύπασον τοὺς δούλους Σου.
ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).
ὁ ῾Ιερεύς:Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).
ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)  
Εἶθ' οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ' αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).
ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καθίσματα Ἦχος πλ. α'
ὁ β’ χορὸς
μὴν. νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Δόξα Πατρί... 
Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χῦμα
Κανὼν εἰς πάντας τοὺς Ἁγίους
ᾨδὴ α' Ἦχος…
………Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
Κάθισμα ….
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον (ΜΗΝΑΙΟΥ)
Ὁ Οἶκος
Σ υ ν α ξ ά ρ ι ο ν
Καταβασία
ὁ β’ χορὸς 
ᾠδὴ η’  Ὁ Εἱρμὸς  
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (χος β’)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον …
Ὁ προεστὼς
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Ὁ Ἀναγνώστης χῦμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ …
Πληρώσωμεν τὴν ἑωθινήν... Σὸν γὰρ ἐστὶν... 
Εἰς τὰ Ἀπόστιχα
Στιχηρὰ Μαρτυρικά
Ἦχος …

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
ὁ α’ χορὸς
Ἀπολυτίκιον
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελῆται συλλείτουργον
Ἀπολυτίκιον ἦχος β’
πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἐκ τοῦ Βήματος , Ἦχος πλ.δ’
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

…Κοντάκιον
Ἦχος πλ. δ'
ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.
Ή
Κοντάκιον  
 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)
Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. 
Κοινωνικόν
ὁ β’ χορός

Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε·  καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...