ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ΄ ΩΡΑΣ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
[Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ
παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ
σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς
ψυχὰς ἡμῶν.]
Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ
βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ
ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ
ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Κύριε ἐλέησον (ιβ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ
Θεῷ ἡμῶν.
Ψαλμὸς ΠΓ΄ (83)
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ
ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.
Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Ψαλμὸς ΠΔ΄ (84)
Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας
πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων
ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ΄ ἡμῶν. Μὴ
εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς,
καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Δεῖξον
ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ
Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ, καὶ
ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ΄ αὐτόν. Πλὴν
ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνώσαι δόξαν ἐν τῇ γῇ
ἡμῶν.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Ψαλμὸς ΠΕ΄ (85)
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης
εἰμὶ ἐγώ. Φύλαξον τὴν ψυχήν μου,
ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Ἐλέησόν με, Κύριε, ὅτι πρός σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρός σε ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ΄ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Ἐλέησόν με, Κύριε, ὅτι πρός σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρός σε ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἑπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ΄ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ΄ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Καὶ πάλιν·
Ποίησον μετ΄ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντες με
καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ
Θεὸς (γ΄), Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα... Ἀπολυτίκιον τῆς ἤδη ἐκκλησιαστικῶς, καὶ φυσικῶς, ληγούσης
ἡμέρας.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι΄ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ
θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς
ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσαν
σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μὴ δὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ
διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν, διὰ
Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν
ἅγιόν σου.
Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...
Τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τῆς ἡμέρας·
Εἶτα τὸ Κύριε ἐλέησον (μ΄),
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος
καὶ δοξαζόμενος Xριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ
τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν
διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ
ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς
ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας
κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς
ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι,
καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου
σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον
αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς
ἡμῶν πλημμελήμασι καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ
ξύλου κρεμάμενος τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν παράδεισον ὠδοποίησας εἴσοδον
καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις
δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμεν ἄξιοι ᾆραι τὰ ὄμματα
ἡμῶν καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· διότι κατελίπομεν τὴν ὁδὸν τῆς
δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ΄ ἱκετεύομεν
τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους
σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ
ἡμέραι ἡμῶν· ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρὸς καὶ ἄφες ἡμῖν τὰ
ἁμαρτήματα καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι
ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα καὶ συζήσωμεν, τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι·
καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν
καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως
ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ
Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (γ΄).
Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς·)
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός,
δυνάμει τοῦ
τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
προστασίαις τῶν
τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων,
ἱκεσίαις
(1)τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, (2)τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (3)τῶν
ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, (4)τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (5)τοῦ ἁγίου (τοῦ Ναοῦ), (6)τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου (ἢ ΤΟΥ
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΙ
ΟΥΡΑΝΟΦΑΝΤΟΡΟΣ)` (7)τῶν
ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (8)τοῦ
(ΤΩΝ) ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ)καὶ τὴν μνήμην ἐπιτελοῦμεν, (9)καὶ πάντων τῶν
Ἁγίων
ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΕΣΠΕΡΙΝΟΥ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ
Θεῷ ἡμῶν.
[Εἰ τύχει Ἀναστάσιμη περίοδος,
Ἦχος πλ. α΄.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.]
Ψαλμὸς ΡΓ΄ (103).
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης
σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς
ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα
αὑτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων
ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ
πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται
ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν
ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν
γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων
διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς
δίψαν αὐτῶν.
Ἐπ΄ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν
πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου
χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν
ἀνθρώπου.
Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου
στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς
ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται
αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ
θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν
αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν
κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν
αὑτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη
ἡ γῆ τῆς κτίσεως σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν
ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν
αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον·
δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος·
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν
αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ
πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς
ἔργοις αὑτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος
τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν
αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν·
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ
Θεὸς (ἐκ γ΄). Ἡ ἐλπὶς ἡμῶν, Κύριε,
δόξα σοι. Ὁ διάκονος τὰ εἰρηνικά, εἰς
ἕκαστον δέησιν ὁ λαὸς τὸ Κύριε ἐλέησον·
…Ὁ Χορός· Σοὶ Κύριε.
Ὁ ἱερεὺς: Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Μετὰ δὲ τὸ ἐνδιάτακτον
Κάθισμα τοῦ Ψαλτηρίου, τὸ Κύριε ἐκέκραξα εἰς τὸν τυχόντα ἦχον· Ψαλμὸς ΡΜ΄ (140)
1ο ΄ΚΑΘΙΣΜΑ 1.ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ
ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. 2
ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας
καὶ νυκτός. 3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν
ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ
ἀπορρυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. 4 οὐχ οὕτως οἱ ἀσεβεῖς,
οὐχ οὕτως, ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. 5 διὰ
τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 6
ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. 2.
ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 παρέστησαν
οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ
κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα). 3
Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. 4 ὁ
κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. 5
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 6
Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ
πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά
σε. 8 αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν
κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 9 ποιμανεῖς αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ, ὡς σκεύη
κεραμέως συντρίψεις αὐτούς. 10 καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ
κρίνοντες τὴν γῆν. 11 δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
12 δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. 13
ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.
3.Ψαλμὸς τῷ
Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ
2 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται
ἐπ’ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα). 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ
μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ
ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
6 ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 7 οὐ
φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 8 ἀνάστα, Κύριε,
σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ
εὐλογία σου.
Δόξα...
Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ΄). Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν ...
4.Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυΐδ.
2 ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς
δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς
προσευχῆς μου. 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα
καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα). 4 καὶ
γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ
κεκραγέναι με πρὸς αὐτόν. 5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς
καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα). 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. 7
πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ
προσώπου σου, Κύριε. 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου,
οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ
ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με.
5.Εἰς τὸ τέλος,
ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυΐδ.
2 ΤΑ ρήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· 3
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ
προσεύξομαι, Κύριε· τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωΐ παραστήσομαί σοι
καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι
πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας
πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.
Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. 8 ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους
σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
9 Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον
ἐνώπιόν σου τὴν ὁδόν μου. 10 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ
καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν
ἐδολιοῦσαν, κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ
τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. 12 καὶ
εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ
κατασκηνώσεις ἐν αὐτοῖς. Καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά
σου, ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
6.Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ
Δαυΐδ.
2 ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου
παιδεύσῃς με. 3 ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι
ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε;
5 ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. 6 ὅτι
οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾌδῃ τίς ἐξομολογήσεταί σοι; 7
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν
δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. 8 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,
ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. 9 ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι
τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· 10 ἤκουσε Κύριος
τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. 11 αἰσχυνθείησαν καὶ
ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν
σφόδρα διὰ τάχους.
Δόξα...
Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ΄). Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν ...
7.Ψαλμὸς τῷ
Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.
2 ΚΥΡΙΕ ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν
διωκόντων με καὶ ρῦσαί με, 3 μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος
λυτρουμένου μηδὲ σῴζοντος. 4 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν
ἀδικία ἐν χερσί μου, 5 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι
ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· 6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ
καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν
κατασκηνώσαι. (διάψαλμα). 7 ἀνάστηθι,
Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Καὶ ἐξεγέρθητι,
Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε,
καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. 9 Κύριος κρινεῖ λαούς. Κρῖνόν με, Κύριε,
κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί. 10 συντελεσθήτω δὴ
πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ Θεός.
11 δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ, τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. 12 ὁ
Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’
ἑκάστην ἡμέραν. 13 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον
αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό· 14 καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ
βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. 15 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε
πόνον καὶ ἔτεκεν ἀνομίαν. 16 λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται
εἰς βόθρον, ὃν εἰργάσατο· 17 ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ
ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. 18 ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ
τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.
8.Εἰς τὸ τέλος,
ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.
2 ΚΥΡΙΕ ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ
γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 ἐκ στόματος νηπίων
καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ
ἐκδικητήν. 4 ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ
ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· 5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς
ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ
καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου.
Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ
κτήνη τοῦ πεδίου. 9 Τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ
διαπορευόμενα τρίβους θαλασσῶν. 10 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά
σου ἐν πάσῃ τῇ γῇ!
Δόξα...
Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ΄). Η ΕΛΠΙΣ ΗΜΩΝ, ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ. Μετὰ δὲ τὸ
ἐνδιάτακτον Κάθισμα τοῦ Ψαλτηρίου, τὸ Κύριε ἐκέκραξα εἰς τὸν τυχόντα ἦχον·
Ψαλμὸς ΡΜ΄ (140)
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ
κεκραγέναι με πρὸς σέ· εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν
χειρῶν μου θυσία ἐσπερινή· εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ
χείλη μου.
Ὁ Ἱερεὺς ἢ ὁ Διάκονος (ἐὰν ἦ)
ἐξερχόμενος θυμιᾶ κατὰ τὴν τάξιν ὅλον τὸν ναόν.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι
προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν
ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ
μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν
ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ
τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ
ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν
ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ,
ἕως ἂν παρέλθω.
Ψαλμὸς ΡΜΑ΄ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ
ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους
μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ΄ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν
γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαι με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἦχος _
Ἐξάγαγε ἐκ φυλακῆς
τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
10 Στιχηρόν.
10 Στιχηρόν.
Ἐμὲ ὑπομενοῦσι
δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
9 Στιχηρόν. Ψαλμὸς ΡΚΘ΄ (129)
9 Στιχηρόν. Ψαλμὸς ΡΚΘ΄ (129)
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
8 Στιχηρόν.
Γενηθήτω τὰ ὦτα σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
7 Στιχηρόν.
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ
ὁ ἱλασμός ἐστιν.
6 Στιχηρόν.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου
εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
5 Στιχηρόν.
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω
Ἰσραήλ ἐπὶ τὸν Κύριον.
4 Στιχηρόν.
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ΄ αὐτῷ λύτρωσις· καὶ αὐτὸς
λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
3 Στιχηρόν. Ψαλμὸς ΡΙϚ΄ (116)
3 Στιχηρόν. Ψαλμὸς ΡΙϚ΄ (116)
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
2 Στιχηρόν.
2 Στιχηρόν.
Ὅτι ἐκραταιώθη τὸ
ἔλεος αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Δόξα...
Δοξαστικὸν τοῦ Ἑσπερινοῦ.
Δοξαστικὸν τοῦ Ἑσπερινοῦ.
Καὶ νῦν...
Θεοτοκίον.
Θεοτοκίον.
Ψαλλομένου τοῦ Δοξαστικοῦ,
ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεὺς
(ἢ μόνος ὁ Ἱερεύς), μετὰ θυμιατοῦ, καὶ προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ
Εἴσοδος…
Καὶ ψάλλεται ἀργῶς καὶ
σεμνοπρεπῶς παρὰ τῶν Ἱερέων ἡ Ἐπιλύχνιος Εὐχαριστία, ἤτοι τό·
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος,
Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἐσπερινόν, ὑμνοῦμεν
Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς
αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.
Ὁ Διάκονος :Ἑσπέρας Προκείμενον. ὁ α’
χορός
Ἦχος β'
Ὁ Κύριος ἐβασίλευσεν,
εὐπρέπειαν ἐνεδύσατο.
ὁ β’ χορός
Στίχ. Καὶ γὰρ ἐστερέωσε
τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὁ Κύριος ἐβασίλευσεν,
εὐπρέπειαν ἐνεδύσατο.
ὁ α’ χορός
Στίχ.Ἐνεδύσατο Κύριος
δύναμιν, καὶ περιεζώσατο.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ΄.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ΄.
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης
μου, ἐν θλίψει ἐπλάτυνάς με.
Τῇ Τρίτῃ ἑσπέρας. Ἦχος α΄.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α΄.
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς
με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου,ἐνώτισαι τὰ ῥήματα τοῦ
στόματός μου.
Τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β΄.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὅρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Τῇ Παρασκευῇ ἑσπέρας. Ἦχος βαρύς.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου
προφθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ΄ἐμὲ λύτρωσαί με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ΄ἐμὲ λύτρωσαί με.
· Ὁ διάκονος:
· Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ
ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
· Κύριε ἐλέησον (ἅπαξ).
·
…
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν ,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν. Καταξίωσον,
Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς
εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ
δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός
σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
· Ὁ διάκονος:
·
Πληρώσωμεν
τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
· Κύριε ἐλέησον.
· ...
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
· Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ
Χορός: Ἀμήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν
τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
…
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
(ΣΤΟΝ ΕΣΠΕΡΙΝΟ ΠΡΙΝ ΤΑ ΑΠΟΣΤΙΧΑ) Ἀκολουθία τῆς Ἀρτοκλασίας
Ὁ Διάκονος ἢ ὁ
νεώτερος τῶν Ἱερέων·
Ἐλέησον ἡμᾶς, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός, μεθ’ ἑκάστην
Δέησιν, ψάλλει τρίς, τό· Κύριε, ἐλέησον.
...Ἔτι δεόμεθα καὶ ὑπὲρ
τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν
φωνῆς τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἀμήν.
Ἐπάκουσον ἡμῶν, ...
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος·
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἱερεύς·
Δέσποτα, πολυέλεε Κύριε Ἰησοῦ Χριστέ,...
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς θυμιᾷ καὶ ὁ Χορὸς ψάλλει· Ἦχος πλ. α’.
Θεοτόκε Παρθένε, χαῖρε Κεχαριτωμένη Μαρία ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη Σὺ
ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν
ψυχῶν ἡμῶν.
Ἐν τῇ Διακαινησίμῳ ἑβδομάδι, ἀντὶ τοῦ <Θεοτόκε Παρθένε>,
ψάλλεται τό· <Χριστὸς ἀνέστη>.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς·
Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ...
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Ἦχος βαρύς.
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται
παντὸς ἀγαθοῦ. Οἱ δὲ Χοροὶ ἐπαναλαμβάνουσι τὸ αὐτὸ δίς.Σημ.
1. Ἐν Ἀγρυπνίαις. Τελουμένης ὁλονυκτίου Ἀκολουθίας (Ἀγρυπνίας), ἡ εὐλόγησις τῶν
Ἄρτων καὶ ἡ Ἀρτοκλασία, κατά τε τὴν παλαιὰν καὶ κανονικὴν Διάταξιν, γίνεται,
κατὰ τὴν ἀνωτέρω Τυπικὴν Διάταξιν, εὐθὺς μετὰ τὰ Ἀπολυτίκια τοῦ Ἑσπερινοῦ. Σημ.
2. Ἐν τῷ Ὄρθρῳ. Τελουμένης Ἀρτοκλασίας ἐν τῷ Ὄρθρῳ, ἡ εὐλόγησις τῶν ἄρτων
γίνεται ἅμα τῷ πέρατι τῆς ὀρθρινῆς Ἀκολουθίας, ἤτοι μετὰ τὴν Δοξολογίαν. ΑΠΟΣΤΙΧΑ
Ἀπόστιχα ἐν τῇ Κυριακῇ.
4 Ἀπόστιχον (ἄνευ στίχου).
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος
δύναμιν καὶ περιεζώσατο.
3 Ἀπόστιχον.
3 Ἀπόστιχον.
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
2 Ἀπόστιχον.
2 Ἀπόστιχον.
Τῷ οἴκῳ σου
πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
1 Ἀπόστιχον.
1 Ἀπόστιχον.
Δόξα... Δοξαστικόν τῶν Ἀποστίχων.
Καὶ νῦν... Θεοτοκίον.
Ἀπόστιχα ἐν ταῖς ἄλλαις ἡμέραις.
3 Ἀπόστιχον (ἄνευ στίχου).
Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς
χεῖρας τῆς κυρίας αὑτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως
οὗ οἰκτειρῆσαι ἡμᾶς.
2 Ἀπόστιχον.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν
ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ
ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
1 Ἀπόστιχον.
1 Ἀπόστιχον.
Δόξα... Δοξαστικὸν τῶν Ἀποστίχων.
Καὶ νῦν... Θεοτοκίον.
Εἶτα ὁ Προεστὼς ἢ ὁ Ἱερεύς
τὴν ὠδὴν Συμεὼν τοῦ Θεοδόχου (Λουκ. β΄ 29)·
Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν
εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον
πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός,…Ὁ Ἀναγνώστης·
Ἀμήν.
ΤΑ
ΑΠΟΛΥΤΙΚΙΑ
Εἶτα οἱ Χοροὶ ψάλλουσι τὰ Υπὸ τοῦ Τυπικοῦ ὁριζόμενα Τροπάρια τῆς
Ἀπολύσεως (Ἀπολυτίκια).
ΚΑΤΑ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΜΕΓΑΛΗΝ ΤΕΣΣΑΡΑΚΟΣΤΗΝ
Ἦχος πλ. α΄.
Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ·
εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα
ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν
ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δόξα...
Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ ἅγιοι Πάντες, ἵνα
ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα
κεκτήμεθα.
Καὶ νῦν...
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν
ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει· ἀλλ΄ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ἁγνή,
μόνη εὐλογημένη.
Εἶτα χῦμα.
Κύριε, ἐλέησον
(μ΄).
Δόξα... Καὶ
νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον, πάτερ.
Ὁ Ἱερεύς· Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ
Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον· τὴν
πίστιν στήριξον· τὰ ἔθνη πράϋνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν Ἐκκλησίαν
καὶ τὴν πόλιν (ἢ τὴν μονήν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας
καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανoίᾳ καὶ
ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Θεοτοκίον. Ἦχος β΄.
Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων
προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην
γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν,
οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι
προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
ΤΑ
ΑΠΟΛΥΤΙΚΙΑ
…Ὁ διάκονος, ἔσωθεν τοῦ ἁγίου
Βήματος, ἐκφωνεῖ· Σοφία! Εὐλόγησον.
Ὁ Ἱερεύς· Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε; νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ λαός· Ἀμήν.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν
εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ
μονῇ, ἢ κώμῃ, ἢ νήσῳ) καὶ χώρᾳ ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Ὁ λαός· Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναγνώστης· Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον (γ΄). Δέσποτα ἅγιε, εὐλόγησον.
Καὶ ὁ ἱερεὺς ποιεῖ ἀπόλυσιν·
καὶ εἰ ἐστι Κυριακή, λέγει·
Ὁ ἀναστὰς ἐκ νεκρῶν …
Δι΄ εὐχῶν τῶν ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός· Ἀμήν.
Εἰ τύχει Ἀναστάσιμη περίοδος,
Ἦχος πλ. α΄.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς
μνήμασι, ζωὴν χαρισάμενος.
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ ΕΟΡΤΩΝ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
[(Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ
παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ
σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς
ψυχὰς ἡμῶν.)
Ὁ Ἀναγνώστης· Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
τρίτου).
ἢ
Ι.:ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ΕΚ ΝΕΚΡΩΝ… (γ΄)χῦμα)]
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε
ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε ἐλέησον (ιβ΄).
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς Ν΄ (50).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς Ν΄ (50).
ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ (ΜΗΝΑΙΟΥ) (ἢ ΛΙΤΗ, ΤΡΙΣΑΓΙΟΝ, ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ)
Ὁ Ἀναγνώστης· Κύριε ἐλεησον (μ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ. Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ
πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Εἰς ἑκάστην Δέησιν ἀπαγγέλομεν γοργῶς καὶ πραείᾳ τῇ φωνῇ τό· Κύριε,
ἐλέησον (ἐκ γ΄).
Ἔτι
δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος),
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. (ΥΠΕΡ ΤΗΣ
ΚΑΘΗΓΟΥΜΕΝΗΣ…)
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ
κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, [τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ χώρᾳ, ἢ νήσῳ) ταύτῃ, ἐπιτρόπων],
συνδρομητῶν, ΑΝΑΚΑΙΝΙΣΤΩΝ καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου (ΤΗΣ ΑΓΙΑΣ ΜΟΝΗΣ
ΤΑΥΤΗΣ).
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν [Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ] (ΜΟΝΗΝ) ταύτην,
καὶ πᾶσαν (ΜΟΝΗΝ)
πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός,
μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν
κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι
ἡμᾶς.
Τούτων λεγομένων, ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης, ψάλλει πραείᾳ τῇ
φωνῇ, πολλάκις τό· Κύριε,
ἐλέησον.
Ὁ Ἱερεύς·
Ἔτι
δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν
ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Ἀναγνώστης, τό· Κύριε, ἐλέησον (α΄).
Ὁ Ἱερεύς, κλινόμενος, λέγει· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ
Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ
ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χ.:Ἀμήν.
Ὁ Ἱερεύς, στραφεὶς πρὸς τὸν Λαόν, ποιεῖ τὴν Μικρὰν Ἀπόλυσιν·
Δόξα
σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. Ὁ
Διάκονος ἢ ὁ Ἀναγνώστης·
Δόξα...
Καὶ νῦν... Κύριε ἐλέησον (γ΄), Πάτερ ἅγιε,
εὐλόγησον.
Ὁ
ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς·) Χριστὸς
ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις
τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων
ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων·
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ
ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ, τοῦ
ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων
Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς
ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι
καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Μεθ΄ ἣν ἐκ τῆς αὐτῆς θέσεως, ἐπιλέγει·
Εὐξώμεθα
ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὁ Ἀναγνώστης, μεθ΄ ἑκάστην Δέησιν, χῦμα, τό· Κύριε,
ἐλέησον.
Ὑπὲρ
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ
τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης
τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. ΥΠΕΡ ΤΗΣ ΚΑΘΗΓΟΥΜΕΝΗΣ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΤΑΥΤΗΣ
(ΔΕΙΝΟΣ) ΜΟΝΑΧΗΣ ΜΕΤΑ ΤΗΣ ΣΥΝΟΔΕΙΑΣ ΑΥΤΗΣ.
Ὑπὲρ
τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ
εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ
τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ
τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ
τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ
τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ
ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ
τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ
τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα
καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ
ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς
κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν
καὶ ὑπὲρ ἑαυτῶν, τό· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Δι΄
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (ἢ ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ…)
Ὁ Ἀναγνώστης· Ἀμήν.
ΑΚΟΥΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Χ.:ΑΜΗΝ
ἄν δι’ οἱονδήποτε λόγον δέν προηγηθῆ (τοῦ Ὄρθρου) το Μεσονυκτικόν,
τότε ὁ ἱερεύς μετά το Εὐλογητός, λέγει το «Βασιλεῦ Οὐράνιε».
……………………………………………………………………………………………………………………………..
[(Δόξα σοι ὁ Θεὸς ἡμῶν,
δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ
Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ
σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς
ψυχὰς ἡμῶν). ὁ Ἀναγνώστης· Ἀμήν.
……………………………………………………………………………………………………………………………….
-(ΑΠΟ
ΤΟΥ ΘΩΜΑ :ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ…(γ΄) χῦμα, ΔΟΞΑ
ΠΑΤΡΙ…ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ…ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ…)-]
……………………………………………………………………………………………………………………………..
Τρισάγιον.
………………………………………………………………………………………………………………………
ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ:Κύριε, ἐλέησον (ιβ΄). Δεῦτε
προσκυνήσωμεν (γ΄) καὶ τοὺς ἐφεξῆς δύο ψαλμούς. Εἰ δὲ Ἀναστάσιμη περίοδος,
Ἦχος πλ. α΄.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἦχος πλ. α΄.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἰ δ΄ οὔ, μετὰ τὸν Εὐλογητόν,
εὐθύς·
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Καὶ τοὺς Ψαλμούς·
Ψαλμὸς ΙΘ΄ (19)
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα
τοῦ Θεοῦ Ἰακώβ.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.
Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.
Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Ψαλμὸς Κ΄ (20)
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ
σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Ὅτι θήσεις αὐτοὺς εἰς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
Δόξα... Καὶ νῦν...
Ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ
βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ
ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Καὶ τὰ ἐφεξῆς Τροπάρια· Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῑς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ
σου πολίτευμα. Δόξα...Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ
πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει
σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων, τὴν
συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Καὶ νῦν... Θεοτοκίον. Προστασία φοβερὰ καὶ
ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον ὀρθοδόξων
πολιτείαν, σῶζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην·
διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ΄). Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς· Δόξα τῇ ἁγία καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι,
πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ'). Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς). Ψαλμὸς 32 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ
θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ
ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου
καὶ ὑψῶν τὴν κεφαλήν μου. 5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ
ὄρους ἁγίου αὐτοῦ. 6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος
ἀντιλήψεταί μου. 7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων
μοι. 8 Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς
μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν
λαόν σου ἡ εὐλογία σου. Καὶ πάλιν. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα
ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Ψαλμὸς 37 ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· 4 οὐκ
ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν
τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν
τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. 6 προσώζεσαν καὶ
ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 7 ἐταλαιπώρησα καὶ
κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 8 ὅτι αἱ ψόαι
μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· 9 ἐκακώθην καὶ
ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 10 Κύριε,
ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. 11
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν
μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ
ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· 13
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι
ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14 ἐγὼ δὲ ὡσεὶ
κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15 καὶ ἐγενόμην
ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 16 ὅτι ἐπὶ
σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε, ὁ Θεός μου. 17 ὅτι εἶπον· μήποτε
ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ
ἐμεγαλοῤῥημόνησαν. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν
μου ἐστὶ διαπαντός. 19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς
ἁμαρτίας μου. 20 οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ
ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 21 οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν
ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. 22 μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός
μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας
μου Καὶ πάλιν Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Ψαλμὸς 62 Ο ΘΕΟΣ ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· Ἐδίψησέ σε ἡ ψυχή μου,
ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. 3 οὕτως ἐν τῷ ἁγίῳ
ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 4 ὅτι κρεῖσσον τὸ ἔλεός
σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. 5 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου
καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 6 ὡς ἐκ στέατος καὶ πιότητος
ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. 7 εἰ
ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· 8 ὅτι
ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 9 ἐκολλήθη
ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. 10 αὐτοὶ δὲ εἰς μάτην
ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται
εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. 12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται
ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων
ἄδικα. Καὶ πάλιν Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης
βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο
ἡ δεξιά σου. Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς
(γ΄) . Κύριε, ἐλέησον. Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν...
Ψαλμὸς
87 ΚΥΡΙΕ ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ
ἐν νυκτὶ ἐναντίον σου· 3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς
σου εἰς τὴν δέησίν μου. 4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ
ἤγγισε· 5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγενήθην ὡσεὶ
ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. 6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ,
ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7 ἔθεντό με ἐν λάκκῳ
κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου,
καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. 9 ἐμάκρυνας τοὺς γνωστούς
μου ἀπ᾿ ἐμοῦ· ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ
ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν,
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· 11 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ
ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ
ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσθήσεται ἐν τῷ σκότει
τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ,
Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 15 ἱνατί, Κύριε, ἀπωθῇ
τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ, καὶ ἐν
κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17 ἐπ᾿ ἐμὲ
διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. 18 ἐκύκλωσάν με ὡσεὶ
ὕδωρ, ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ
πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ
πάλιν. Κύριε,
ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν
σου ἡ προσευχή μου· κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ψαλμὸς 102 ΕΥΛΟΓΕΙ, ἡ ψυχή μου, τὸν Κύριον, καί πάντα τὰ
ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· 2 εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ
ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· 3 τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας
σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· 4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν
σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· 5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς
τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 6 ποιῶν ἐλεημοσύνας
ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. 7 ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ
Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ. 8 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,
μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος
ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· 10 οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν
ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, 11 ὅτι κατὰ τὸ ὕψος τοῦ
οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους
αὐτόν· 12 καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας
ἡμῶν. 13 καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν·
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. 15 ἄνθρωπος, ὡσεὶ χόρτος
αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· 16 ὅτι πνεῦμα διῆλθεν
ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 17 τὸ δὲ
ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ
μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. 19 Κύριος ἐν τῷ οὐρανῷ
ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 20 εὐλογεῖτε
τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ,
τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. 21 εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ· 22 εὐλογεῖτε
τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ
ψυχή μου, τὸν Κύριον. Καὶ
πάλιν Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ
ψυχή μου τὸν Κύριον. Ψαλμὸς 142 ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι
τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ
εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά
μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν
πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ
τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι
ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν
ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με
τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ
δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ
πάλιν. Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου,
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (δίς) Τὸ Πνεῦμά
σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Συναπτὴ μεγάλη
καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα
τὸ ἅγιον αὐτοῦ.( ή Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι
ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ). Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς Στίχ,
β'.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
[μετὰ
τὴν Συναπτήν, ψάλλομεν τό, Ἀλληλούϊα. ἐκ γ' . Εἰς
τὸν ἦχον τῆς ἑβδομάδος, λέγοντες πρότερον ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων.
Στίχ. α'. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ
Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Στίχ. β'. Δικαιοσύνην
μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Στίχ. γ'. Ζῆλος
λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται,
Στίχ. δ'. Πρόσθες
αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.
Καὶ
μετὰ τό, Ἀλληλούϊα, ψάλλομεν τοὺς Τ ρ ι α δ ι κ ο ύ ς Ὕ μ ν ο υς τοῦ τυχόντος Ἤχου.] (Β΄ΚΑΘΙΣΜΑ…) Ο Ψαλμός ρλδ' (134) σε Αγιορείτικο ύφος - Ήχος α'
Δοῦλοι,
Κύριον, ᾿Αλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου,
αἰνεῖτε, δοῦλοι, Κύριον, ᾿Αλληλούια.
Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, ᾿Αλληλούια.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος
ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ᾿Αλληλούια.
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿
Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ, ᾿Αλληλούια.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος,
καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς, ᾿Αλληλούια.
Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, ᾿Αλληλούια.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς,
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ᾿Αλληλούια.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ᾿Αλληλούια.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου,
Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, ᾿Αλληλούια.
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς, ᾿Αλληλούια.
Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν
῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, ᾿Αλληλούια.
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν,
κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ, ᾿Αλληλούια.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, ᾿Αλληλούια.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται, ᾿Αλληλούια.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων, ᾿Αλληλούια.
Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ᾿Αλληλούια.
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται,
οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν, ᾿Αλληλούια.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς, ᾿Αλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ,
᾿Αλληλούια.
αἰνεῖτε, δοῦλοι, Κύριον, ᾿Αλληλούια.
Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, ᾿Αλληλούια.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος
ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ᾿Αλληλούια.
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿
Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ, ᾿Αλληλούια.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος,
καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς, ᾿Αλληλούια.
Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, ᾿Αλληλούια.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς,
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ᾿Αλληλούια.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ᾿Αλληλούια.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου,
Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, ᾿Αλληλούια.
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς, ᾿Αλληλούια.
Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν
῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, ᾿Αλληλούια.
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν,
κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ, ᾿Αλληλούια.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, ᾿Αλληλούια.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται, ᾿Αλληλούια.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων, ᾿Αλληλούια.
Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ᾿Αλληλούια.
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται,
οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν, ᾿Αλληλούια.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς, ᾿Αλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ,
᾿Αλληλούια.
Ψαλμ.
135, ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι ἀγαθός, Αλληλούια, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· Αλληλούια 2 ἐξομολογεῖσθε τῷ Θεῷ
τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 3 ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν
κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 4 τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ· 8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος
αὐτοῦ· 9 τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος αὐτοῦ· 10 τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 11 καὶ ἐξαγαγόντι τὸν ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 12 ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 13 τῷ καταδιελόντι τὴν ᾿Ερυθρὰν θάλασσαν εἰς
διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 14 καὶ διαγαγόντι τὸν ᾿Ισραὴλ διὰ
μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 15 καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν
δύναμιν αὐτοῦ εἰς θάλασσαν ᾿Ερυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 16
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 17
τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 18 καὶ
ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 19 τὸν Σηὼν
βασιλέα τῶν ᾿Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 20 καὶ τὸν ῍Ωγ
βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 21 καὶ δόντι τὴν γῆν αὐτῶν
κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 22 κληρονομίαν ᾿Ισραὴλ δούλῳ
αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη
ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, 24 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 25 ὁ διδοὺς τροφὴν πάσῃ σαρκί,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 26 ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.(ΕΥΛΟΓΗΤΑΡΙΑ)
ΑΠΟΛΥΤΙΚΙΑ… Τὸ
α' Ἀντίφωνον
τοῦ δ'
Ἤχου.
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα πατρὶ...
Ἁγίῳ Πνεύματι,
πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον…(ΑΝΑΒΑΘΜΟΙ ἢ
ΚΑΤΑΒΑΣΙΕΣ...)
Ἡ
Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ Διάκονος:
Τοῦ Κυρίου δεηθῶμεν
ὁ
α΄ χορὸς
Κύριε, ἐλέησον
ὁ Ἱερεὺς:
Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, ΚΑΙ ΣΟΙ ΤΗΝ ΔΟΞΑΝ
ΑΝΑΠΕΜΠΟΜΕΝ, ΤΩ ΠΑΤΡΙ ΚΑΙ ΤΩ ΥΙΩ ΚΑΙ ΤΩ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ
ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.
ὁ α΄ χορὸς
Ἦχος β’.
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ
β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος:
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς ΤΗΣ ΑΚΡΟΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ, ΚΥΡΙΟΝ ΤΟΝ
ΘΕΟΝ ΗΜΩΝ ΙΚΕΤΕΥΣΩΜΕΝ.
ὁ
α’ χορὸς
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος:
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς:
Εἰρήνη πᾶσι.
ὁ
β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς:
Ἐκ τοῦ κατὰ (Λουκᾶν) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ὁ Διάκονος:
Πρόσχωμεν.
ὁ α΄ χορὸςΔόξα σοι, Κύριε, δόξα
σοι. Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
ὁ
α’χορὸς:
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ
Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον
Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ
τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον
οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν
τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμω.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας
δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ψαλμὸς Ν΄ (50).Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ
πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ
κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς
με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ
ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ
προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ
σὲ ἐπιστρέψουσι.
Ῥῦσαι με ἐξ αἱμάτων, ὁ Θεός, ὁ
Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα
ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
...................................................
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. (ΕΛΕΗΜΩΝ) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον.
Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν,
ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
.....................................................
ὁ α’ χορός
Δόξα Πατρὶ... Ἦχος πλ. δ’
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά
μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς
οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν ... Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ
κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας·
ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
ὁ α’ χορός, Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με ὁ Θεὸς
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ
ἀνόμημά μου.
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν
ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ
βοῶ σοι· Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
....................................................Σῶσον
ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς... (ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΙΒ΄)
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... (ἢ
ΚΑΝΟΝΕΣ)
ΤΙΜΙΩΤΕΡΑ
(Ἦχος
δ’)
ὁ α’
χορός
Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’
χορός
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί.
Τὴν
Τιμιωτέραν...
ὁ α’
χορός
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ
Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν
τοῖς φοβουμένοις αὐτόν.
Τὴν
Τιμιωτέραν...
ὁ β’
χορός
Ἐποίησε κράτος ἐν βραχίονι
αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν
Τιμιωτέραν...
ὁ α’
χορός
Καθεῖλε δυνάστας ἀπὸ θρόνων
καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν
κενούς.
Τὴν
Τιμιωτέραν...
ὁ β’
χορός
Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς
αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ
σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν
Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’…
Συναπτὴ μικρά
καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
… ΑΙΝΟΙΨαλμὸς ΡΜΗ΄ (148)
ΠΑΣΑ ΠΝΟΗ ΑΙΝΕΣΑΤΩ ΤΟΝ
ΚΥΡΙΟΝ.Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. ΣΟΙ
ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ ΤΩ ΘΕΩ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Ψαλμὸς
ΡΜΘ΄ (149)
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ
αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Από
του επομένου στίχου επισυνάπτονται τα στιχηρά
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ψαλμὸς
ΡΝ΄ (150)
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς
ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς
δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ
σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ
χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Εἰς τοὺς Αἴνους
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν
τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’
χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ
Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
1.Τοῦ
ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ψαλμὸς ΡΝ΄ (150)
2.Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεῖτε
αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Αἰνεῖτε
αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Αἰνεῖτε
αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Αἰνεῖτε
αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ
αἰνεσάτω τὸν Κύριον.
Ἀσωμάτων
Στίχ.
Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στίχ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἀποστόλων
Στίχ.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ (ἢ αὐτῶν), καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ (ἢ αὐτῶν).
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ,
ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Ἱεραρχῶν
Στίχ.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ.
Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιά-σονται.
Ἕτερον.
Στίχ.
Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ἱερομαρτύρων
Στίχ.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μεγαλομαρτύρων
Στίχ.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Μαρτύρων
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὁσίων
ἀνδρῶν
Στίχ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὁσίων
καὶ μαρτύρων γυναικῶν
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ.
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Περίπτωσις
Β’. Ὅταν
δὲν ὑπάρχωσιν στιχηρὰ Αἴνων, ἀναγινώσκονται (δὲν ψάλλονται) καὶ οἱ τρεῖς ψαλμοὶ
τῶν Αἴνων (ρμη’, ρμθ’, ρν’).
Δόξα... ὁ β’ χορός
Καὶ νῦν...
[(ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη
ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος
τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς
ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. ]
Δοξολογία Μεγάλη
ὁ α’ χορός
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ
γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν
σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ
μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός,
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου
εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι
ἡμᾶς.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν
καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ
σέ.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Εὐλογητὸς εἶ,
Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Εὐλογητὸς εἶ,
Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅτι παρὰ σοὶ
πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Παράτεινον τὸ
ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος
Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
ὁ α’ χορός
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
ὁ α’ χορός
καὶ πάλιν
γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ
εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
ὁ β’ χορός
Ἦχος
πλ.δ’
Σήμερον
σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς
ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα
ἔλεος.
ΑΙΝΟΙ ........................................
Ὁ προεστὼς
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χῡμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη
ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν
σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ,
πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ
Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον
ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν
δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης
ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ
Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός
σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ
αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ
ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ
δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς
εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ
ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.ΧΟΡΟΣ:Παράσχου Κύριε [καί μετά ἀπό κάθε αἴτηση]. Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν,
παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
+Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε. Ο ῾Ιερεύς χαμηλοφώνως λέγει τήν εὐχήν ταύτην· Κύριε, ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καί τά ταπεινά ἐφορῶν, καί τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπί πᾶσαν τήν κτίσιν, σοί ἐκλίναμεν τόν αὐχένα τῆς ψυχῆς καί τοῦ σώματος, καί δεόμεθά σου. ῞Αγιε ῾Αγίων, ἔκτεινον τήν χεῖρά σου τήν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καί εὐλόγησον πάντας ἡμᾶς· καί εἴ τι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, δωρούμενος ἡμῖν τά ἐγκόσμια καί ὑπερκόσμια ἀγαθά σου.
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπόστιχα τῶν Αἴνων
Στίχ. α΄. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ΄ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά· καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Στίχ. β΄. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ΄ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ΄ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Δόξα... Καὶ νῦν...
ὁ ἱερεὺς λέγει
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε· τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ' ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας. Δόξα... Καὶ
νῦν... Θεοτοκίον.
Ὁ Ἱερεὺς
· Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας
ἡμῶν εἴπωμεν……..
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Σοφία. καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς. Εἶτα τό Δεῦτε προσκυνήσωμεν
γ'. Μετανοίας τρεῖς καὶ τὴν Π ρ ώ τ η ν Ὥραν.
Εἰ δέ ἐστι Τεσσαρακοστή,
μετὰ τὸ "Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ...", καὶ μετὰ τὸ Τρισάγιον,
λέγομεν τὸ παρόν.
Ἀπολυτίκιον
Ἐν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν,
Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.
Εἶτα
τό. Κύριε, ἐλέησον (μ'). Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβείμ... Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον, Πάτερ.
Ὁ Ἱερεὺς
Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί
...
Καὶ ἡμεῖς λέγομεν τό
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον,
τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν
(ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν
ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος.
Εἶθ'
οὕτω, Μετανοίας μεγάλας (γ'), λέγοντες καθ' ἑαυτούς, καὶ τὴν προγραφεῖσαν Εὐχὴν
τοῦ Ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας,
φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης
χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,
καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Μετὰ
δὲ ταύτας, ἑτέρας μικρὰς ιβ', Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον
Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,
καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἀ π ό λ υ σ ι ς (ΘΕΙΑ
ΛΕΙΤΟΥΡΓΙΑ) (καμπάνα, καντήλια)Ἱ. :Εὐλογημένη
ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων./
Ἀμήν./ Κύριε ἐλέησον (12ἢ13). /Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. / Σοὶ, Κύριε. --- Αμήν.
στίχος α΄. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ
ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον
ἡμᾶς. Στίχ. β΄. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου… Στίχ. γ΄. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε
τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις…(Δόξα…Καὶ
νῦν… Ταῖς πρεσβείαις…)---.Κύριε, ελέησον
(2). /Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. / Σοι, Κύριε. --- Ἀμήν.
στίχος α΄.
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ
ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν
(ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. β΄. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ
Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…Στίχ. γ΄. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεὸς σου, Σιών, εἰς
γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…. Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος
ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ
Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ
καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.--- Κύριε ἐλέησον (2). / Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. / Σοὶ,
Κύριε. / Ἀμήν. ---
(Μικρὰ εἴσοδος, λαμπάδα, ἑξαπτέρυγα...) Στίχ. α΄. Αὕτη ἡ ἡμέρα
Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀπολυτίκιον (Στίχ. β΄. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Ἀπολυτίκιον)--- (1) ΙΕΡΕΙΣ: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. ὁ β΄χορός ἐπαναλαμβάνει μετὰ τοὺς ἱερεῖς: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. (2) ὁ α΄χορός: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός) ὁ β΄χορός: ψάλλοντάς σοι· Ἀλληλούϊα---ΑΠΟΛΥΤΙΚΙΑ ΗΧΟΣ Γ΄. ΘΕΙΑΣ ΠΙΣΤΕΩΣ. Γόνος γέγονας Γάνου καὶ Χώρας, μέγα καύχημα νήσου Καλύμνου, παμμακάριστε Σάββα, πατήρ ἡμῶν· καὶ γὰρ ὁδόν διελθών τῆς ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.(Στὰ μνημόσυνα: Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης, τῶν δούλων) σου· ἔνθα οὐκ ἐστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος). ΚΟΝΤΑΚΙΟΝ: Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.--- Κύριε ἐλέησον. / Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.(τρίς). Δόξα Πατρί καὶ Υἰῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος, ἐλέησον ἠμᾶς. / (ναὶ) Δύναμις. Ἄγιος ὁ Θεὸς - Ἅγιος ἰσχυρός - Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.--- (Ἀπόστολος, θυμίαμα, λαμπάδα) Ἀλληλούια. Ἀλληλούια. Ἀλληλούια.--- Καὶ τῷ πνεύματί σου. / Δόξα σοι, Κύριε, δόξα σοι. / ΕΥΑΓΓΕΛΙΟΝ --- Δόξα σοι, Κύριε, δόξα σοι. [ Κύριε ἐλέησον (γ΄) (8) τὴν τελευταίαν ἅπαξ / Ἀμήν. / Κύριε ἐλέησον.(7) / Σοὶ, Κύριε. / Ἀμήν. / Κύριε ἐλέησον.(2) / Ἀμήν. / Κύριε ἐλέησον (2).]
Ἀμήν.
(θυμίαμα) Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ
Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν,
ὡς τὸν
Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. (Μεγάλη εἴσοδος, λαμπάδα, θυμιατό ἐξαπτέρυγα) / Ἀμήν. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν.
Ἀλληλούϊα (γ΄). / Κύριε ἐλέησον.(5) / Παράσχου
Κύριε(6). / Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς. / Σοὶ, Κύριε. / Ἀμήν. / Καὶ τῷ
πνεύματί σου. / Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα,
Τριάδα ὁμοούσιον καὶ ἀχώριστον (στὰ
συλλείτουργα: Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς
μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου). / Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ
γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς
ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν
ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται
τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς
ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν
Ἐκκλησίαν.Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν
νεκρῶν.Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. (Ζέον)
/ Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. / Καὶ μετὰ τοῦ
πνεύματός σου. / Ἔχομεν πρὸς τὸν Κύριον. / Ἄξιον καὶ δίκαιον. / Ἅγιος, ἅγιος,
ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς
ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.
/ Ἀμήν. / Ἀμήν. / Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.(καμπάνα, θυμίαμα, ἀντίδωρα) / Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. / Κύριε
ἐλέησον. (ΜΕΓΑΛΥΝΑΡΙΟΝ)
/ Καὶ πάντων καὶ πασῶν. / Ἀμήν. / Και μετά του πνεύματος σου. --- Κύριε ἐλέησον (5).
/ Παράσχου Κύριε (6) ἢ Κύριε ἐλέησον(3) ---
Σοί, Κύριε. / Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ. /Ἀμήν.
/ Καὶ τῷ πνεύματί σου. / Σοί, Κύριε. /Ἀμήν. --- Εἷς
Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. - Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. (ΑΜΩΜΟΙ ΕΝ ΟΔΩ
ΑΛΛΗΛΟΥΪΑ…)---Τοῦ δείπνου σου τοῦ
μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ
μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ
σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου. (θυμιατό) / Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα
ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ
ἡμᾶς ἔσωσεν. / Ἀμήν. (Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν
σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ
ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα,
ἀλληλούϊα.) /
Κύριε ἐλέησον (2). / Σοί, Κύριε. /
Ἀμήν. / Κύριε ἐλέησον. / Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.(τρίς). --- (Μετά
πνευμάτων δικαίων…) --- Κύριε ἐλέησον. / Ἀμήν. / Δόξα Πατρί... Καὶ
νῦν... Κύριε ἐλέησον (γ΄), Πάτερ ἅγιε,
εὐλόγησον. / Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη. /
Ἀμήν.(ἀντίδωρα, κεριά,
καντήλια...).
Ο ΧΟΡΟΣ ΤΗΝ ΩΡΑ ΤΟΥ ΚΟΙΝΩΝΙΚΟΥ
ΣΤΑΣΙΣ
ΠΡΩΤΗ
Ἀπὸ
Ψαλμὸν 118. Ἦχος πλ. β΄.
Ἄμωμοι ἐν ὁδῷ, Ἀλληλούϊα. Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.
Ἐπεπόθησεν
ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.
Ἐνύσταξεν
ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.
Κλῖνον
τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.
Ἀθυμία
κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.
Μέτοχος
ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
Ἀλληλούϊα.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. Ἀλληλούϊα.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος
πλ. α΄.
Αἱ
χεῖρες σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς
σου. Ἐλέησόν με, Κύριε.
Ὅτι
ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με,
Κύριε.
Σός
εἰμι ἐγώ, σῶσον με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.
Ἀπὸ
τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.
Ἔκλινα
τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι΄ ἀντάμειψιν.
Ἐλέησόν με, Κύριε.
Καιρὸς
τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. Ἐλέησόν με, Κύριε, Κύριε.
ΣΤΑΣΙΣ
ΤΡΙΤΗ
Ἦχος
πλ. δ΄.
Καὶ
ἐλέησόν με. Ἀλληλούϊα. Ἐπίβλεψον ἐπ΄ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν
ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.
Νεώτερος
ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.
Τῆς
φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζῆσόν με.
Ἀλληλούϊα.
Ἄρχοντες
κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.
Ζήσεται
ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἐπλανήθην
ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλον (τὴν δούλην,
τοὺς δούλους σου, τὰς δούλας σου) σου, ὅτι τὰς ἐντολάς σου οὐκ
ἐπελαθόμην.
Ἀκολουθία
τοῦ Μνημοσύνου εἰς κεκοιμημένους
[[[Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης· Ἀμήν.
Τρισάγιον.
Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν... Ὅτι Σοῦ ἐστιν...
ΕΥΛΟΓΗΤΑΡΙΑ
(ΠΡΙΝ
ΤΗΝ ΑΠΟΛΥΣΙ)
Ἦχος πλ.
α΄.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν
Ἁγίων
ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς
μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὸν
Ἀμνόν, τοῦ Θεοῦ κυρήξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν
ἀγήρω, Ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες, αἰτήσασθε,
ὀφλημάτων λύσιν ἡμῖν δωρήσασαθαι.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὴν
ὁδόν, τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν Σταυρόν, ὡς
ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολαύετε, ἃ ἡτοίμασα
ὑμῖν, βραβεῖα καὶ στέφη τὰ οὐράνια.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ
πάλαι μέν,
ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν
με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ΄ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον
κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι,
τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν
πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα
παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ
Θεὸς [τὸν δοῦλόν σου, τὴν δούλην
σου, τοὺς
δούλους σου,] καὶ κατάταξον [αὐτὸν, αὐτὴν, αὐτοὺς] ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων,
Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· [τὸν
κεκοιμημένον δοῦλον, τὴν κεκοιμημένην δούλην, τοὺς
κεκοιμημένους δούλους σου] ἀνάπαυσον, παρορῶν [αὐτοῦ,
αὐτῆς, αὐτῶν] πάντα τὰ ἐγκλήματα.
Δόξα...
Τριαδικόν.
Τὸ
τριλαμπὲς
τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ
συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ
αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ
νῦν... Θεοτοκίον.
Χαῖρε
σεμνή,
ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι΄ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν
σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (γ΄).
(καὶ ανάπαυσον τὸν δοῦλον σου)
ΙΔΙΟΜΕΛΑ, Ἦχος πλ. δ΄. (Ο
ΙΕΡΕΥΣ ΘΥΜΙΑΖΩΝ)
Μετὰ τῶν
Ἁγίων
ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ δούλου,
τῆς δούλης, τῶν δούλων] σου· ἔνθα οὐκ ἐστὶ
πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.]]]
(ΣΤΗ Θ. ΛΕΙΤΟΥΡΓΙΑ, ΕΙΗ ΤΟ ΟΝΟΜΑ
ΚΥΡΙΟΥ…)
Καὶ ψάλλουσι
τὰ Τροπάρια ταῦτα. Ἧχος δ΄.
Μετὰ
πνευμάτων
δικαίων τετελειωμένων, τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ
δούλου, τῆς δούλης, τῶν δούλων] σου,
Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν (αὐτὰς) εἰς
τὴν μακαρίαν ζωὴν τὴν παρὰ σοί, φιλάνθρωπε.
Εἰς
τὴν κατάπαυσίν
σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχήν (τὰς
ψυχὰς) [τοῦ δούλου, τῆς
δούλης, τῶν δούλων] σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα...
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ῞Αδην,
καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν
ψυχὴν (τὰς ψυχὰς) [τοῦ δούλου, τῆς δούλης, τῶν δούλων] σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν... Θεοτοκίον.
Ἡ μόνη ἁγνὴ καὶ
ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθῆναι, καὶ
συγχωρηθῆναι τὴν ψυχὴν (τὰς
ψυχὰς) [τοῦ δούλου, τῆς
δούλης, τῶν δούλων] σου. Ἱερεύς
(Δ)· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου,
ἐπάκουσον καὶ ἐλέησον.
Ἀναγνώστης·
Κύριε, ἐλέησον.
Ἔτι
δεόμεθα
ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς (τῶν ψυχῶν) [τοῦ κεκοιμημένου δούλου, τῆς
κεκοιμημένης δούλης, τῶν κεκοιμημένων δούλων] τοῦ Θεοῦ (δεῖνος)
καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι [αὐτῷ, αὐτῇ, αὐτοῖς] πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ἀναγνώστης·
Κύριε, ἐλέησον.
Ὅπως
Κύριος
ὁ Θεὸς τάξῃ τὴν ψυχὴν (τὰς ψυχὰς) [αὐτοῦ, αὐτῆς, αὐτῶν] ἔνθα οἱ δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν [αὐτοῦ,
αὐτῆς, αὐτῶν] ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ
Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Ἀναγνώστης·
Παράσχου Κύριε.
Ἱερεύς (Δ)· Τοῦ
Κυρίου δεηθῶμεν.
Ἀναγνώστης·
Κύριε, ἐλέησον.
Ἱερεύς· ὁ Θεὸς τῶν
πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας,
καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· Αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ
κεκοιμημένου δούλου, τῆς κεκοιμημένης δούλης,
τῶν κεκοιμημένων δούλων] σου (δεῖνος), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν
τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ
παρ΄ [αὐτοῦ, αὐτῆς,
αὐτῶν] πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς
συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος,
Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ
ὁ λόγος σου ἀλήθεια.
(Δ) Τοῦ
Κυρίου δεηθῶμεν. (Χ.Κύριε,
ελέησον)
Ὅτι σὺ εἶ ἡ ἀνάστασις,
ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις [τοῦ κεκοιμημένου
δούλου, τῆς κεκοιμημένης δούλης, τῶν
κεκοιμημένων δούλων] σου (δεῖνος), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποποιῷ
σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ο
Β΄ΙΕΡΕΥΣ ΤΟ ΙΔΙΟ)
Ἀναγνώστης·
Ἀμήν.
[[[Ἱερεύς· Δόξα
σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ καὶ
νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ
νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας
αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ,
τοῦ ὁσίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν
Ἁγίων, τὴν ψυχὴν (τὰς ψυχὰς) [τοῦ κεκοιμημένου δούλου, τῆς
κεκοιμημένης δούλης, τῶν κεκοιμημένων δούλων] αὐτοῦ (δεῖνος)· ἐν σκηναῖς δικαίων
τάξαι· ἐν κόλποις Ἀβραὰμ ἀναπαῦσαι· καὶ μετὰ δικαίων συναριθμῆσαι· ἡμᾶς δ΄
ἐλεῆσαι καὶ σῶσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.]]]
Δι΄ ἄνδραν· Αἰωνία
σου ἡ μνήμη ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν (γ΄).
[Ἒπὶ
δὲ γυναικός·
Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστος καὶ ἀείμνηστος ἀδελφὴ ἡμῶν (γ΄).
Πληθυντικός:Αἰωνία
σας ἡ μνήμη ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοὶ (-αὶ) ἡμῶν (γ΄).]}
(ΘΥΜΙΑΖΩΝ ΚΑΙ ΨΑΛΤΑ) Αἰωνία
ἡ μνήμη, Αἰωνία ἡ μνήμη, Αἰωνία [αὐτοῦ, αὐτῆς, αὐτῶν] ἡ μνήμη (γ΄).( Τοῦ
Κυρίου δεηθῶμεν.
ΑΠΟΛΥΣΙΣ Θ. ΛΕΙΤΟΥΡΓΙΑΣ)
Ἱερεύς :Δι΄εὐχῶν...Ἀναγνώστης· Ἀμήν.
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ (δεν
την διαβάζουμε την Διακαινήσιμο και την απόδοσι του Πάσχα). Στίχοι
προτρεπτικοί· Ἐπὰν δὲ τύχῃς τῆς καλῆς
μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα,
καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα
σοι, ὁ Θεός! Καὶ ἀμέσως τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς· Ἀνωνύμου. Εὐχαριστῶ σοι,
Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι
τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι μέ τὸν ἀνάξιον μεταλαβεῖν τῶν
ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ
ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά
σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς
γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς
ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν
μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν
σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος
καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος,
τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ
Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου,
εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος
καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ
γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ
Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν. Μεγάλου
Βασιλείου. Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν
ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ
μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ
φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ
δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν
τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος
τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν. Συμεὼν τοῦ Μεταφραστοῦ. Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως,
ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους,
μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου·
μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις,
εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν·
φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας·
τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα·
αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα·
ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω.Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου,
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους,
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων,
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους,
πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα·
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου,
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος
ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης·
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.Ἀνωνύμου. Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτό δε μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. Ἀνωνύμου. Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας(3)· Ἀμήν. Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν. [Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας (καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ) καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου. [. Εἰ δε ἐστι Δεσποτική ἢ Θεομητορικὴ ἑορτή, λέγε πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου ]. Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. δ´. Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. (ΔΟΞΑ ΠΑΤΡΙ…)Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν. (ΚΑΙ ΝΥΝ…ΤΗ ΠΡΕΣΒΕΙΑ, ΚΥΡΙΕ, ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ…)
ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους,
μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου·
μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις,
εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν·
φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας·
τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα·
αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα·
ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω.Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου,
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους,
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων,
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους,
πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα·
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου,
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος
ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης·
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.Ἀνωνύμου. Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτό δε μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν. Ἀνωνύμου. Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας(3)· Ἀμήν. Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν. [Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας (καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ) καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου. [. Εἰ δε ἐστι Δεσποτική ἢ Θεομητορικὴ ἑορτή, λέγε πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου ]. Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. δ´. Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. (ΔΟΞΑ ΠΑΤΡΙ…)Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν. (ΚΑΙ ΝΥΝ…ΤΗ ΠΡΕΣΒΕΙΑ, ΚΥΡΙΕ, ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ…)
[Εἰ
ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου· Ἀπολυτίκιον
τοῦ Μεγάλου Βασιλείου. Ἦχος α´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον
σου, δι´ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν
ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον τοῦ
Μεγάλου Βασιλείου. Ἦχος δ´. Ἐπεφάνης σήμεροv. (ΔΟΞΑ ΠΑΤΡΙ…)Ὦφθης βάσις ἄσειστος τῇ
Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς
δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε.(ΣΤΗΝ ΠΡΟΗΓΙΑΣΜΕΝΗ: ΣΤΟΜΑ ΓΡΗΓΟΡΟΝ…)]
.Καὶ το (ΨΑΛΤΑ)· Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ
ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε. Τὸ στερέωμα τῶν
ἐπὶ σοὶ πεποιθότων, στερέωσον, Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τιμίῳ Σου
Αἵματι · Κύριε, ἐλέησον
(ιβ´).
[(ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ, ΤΟ ΟΜΟΟΥΣΙΟΝ ΚΡΑΤΟΣ…ΕΙΗ ΤΟ ΟΝΟΜΑ ΚΥΡΙΟΥ…(3) ΧΥΜΑ)]. Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ. . Ὁ Ἱερεύς: Δόξα σοι,
Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ
Ἀναγνώστης· Ἀμήν. Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ´).
Πάτερ Ἅγιε εὐλόγησον. Ὁ Ἱερεύς Ὁ ἀναστὰς ἐκ
νεκρῶν (εἰ δὲ μή,
ἁπλῶς·)
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ
Μητρός, δυνάμει
τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις
(1)τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, (2)τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (3)τῶν
ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, (4)τῶν
ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (5)τοῦ ἁγίου (τοῦ Ναοῦ),
(6)τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου
ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου (ἢ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ
ΜΕΓΑΛΟΥ ΚΑΙ ΟΥΡΑΝΟΦΑΝΤΟΡΟΣ)`
(7)τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (8)τοῦ (ΤΩΝ) ἁγίου (-ΩΝ) (τῆς ἡμέρας), οὗ (ΩΝ)καὶ τὴν μνήμην ἐπιτελοῦμεν,
(9)καὶ πάντων τῶν Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶφιλάνθρωπος. Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΑΠΟΛΥΤΙΚΙΑ ΝΑΩΝ ΙΕΡΑΣ ΜΟΝΗΣ ΑΓΙΟΥ ΣΑΒΒΑ (ΑΓΙΩΝ ΠΑΝΤΩΝ) ΚΑΛΥΜΝΟΥ
ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ Γ΄. ΘΕΙΑΣ ΠΙΣΤΕΩΣ.
Γόνος γέγονας Γάνου καὶ Χώρας, μέγα καύχημα νήσου
Καλύμνου, παμμακάριστε Σάββα, πατήρ ἡμῶν· καὶ γὰρ ὁδόν διελθών τῆς ἀσκήσεως,
τοῦ ἀκροτάτου τέλους ἐπέτυχες. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Τῶν Ἁγίων(ΠΑΝΤΩΝ) Ἦχος δ’ Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων
σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ
σοι, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ
πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
13-11. Ἀπολυτίκιον. Ἦχος πλ.
δ΄. Αὐτόμελον. Ἡ τοῦ στόματός σου καθάπερ
πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ
θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς
λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
5-12. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ’ . Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον
ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,
καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Σάββα Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε
Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
19-2. Ἀπολυτίκιον Ἦχος πλ.α’
. Ἀθηναίων
ἡ πόλις ἡ περιώνυμος Φιλοθέην τιμᾷ τὴν Ὀσιομάρτυρα
καὶ ἀσπάζεται αὐτῆς τὸ θεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν ἀθλήσει
καὶ μαρτυρίῳ καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα διδόναι πᾶσι τὸ θεῖον ἔλεος.
28-7.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.Τῷ θείῳ ἔρωτι, τρωθεῖσα πάνσεμνε, Εἰρήνη ἔνδοξε, κόσμον κατέλιπες, δόξαν
καὶ πλοῦτον καὶ τρυφήν, ὡς σύμβολα ἐλογίσω, ἄρασα ἐπ’ ὤμων δέ, τὸν σταυρὸν
ἀξιάγαστε, γέγονας ὑπόδειγμα, ἀρετῆς καὶ διδάσκαλος· διὸ μὴ διαλίπῃς πρεσβεύειν,
ὑπὲρ τῶν ἀνυμνούντων σε.
29-6.
Ἀπολυτίκιοv. Ἦχος δ΄.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης
διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
5-9. Ἦχος δ', Ἀπολυτίκιον
,Κατεπλάγη Ἰωσὴφ Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν
νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας
φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε,
καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε
σωθῆναι τάς ψυχὰς ἡμῶν.
17-1.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ
Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας
οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
1-7.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Ἅγιοι
Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε,
δωρεὰν δότε ἡμῖν.
9-11. Ἀπολυτίκιον Ἦχος α'. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
5-5. ΑΓ. ΕΙΡΗΝΗΣ…Ἀπολυτίκιον
Ἦχος α', Τοῦ
λίθου σφραγισθέντος
Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε· σὺ γὰρ
τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς
πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ
τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν,
τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστόν μεγαλύνοντες.
Γ΄ΤΗΣ
ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ,Ἦχος δ’ , Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ
ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν,
εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαήλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ
παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.
ΑΠΟΛΥΤΙΚΙΟΝ
ΑΓΙΟΥ ΘΕΜΕΛΗ, 7-11. Ἦχος δ΄, Ταχὺ προκατάλαβε.
Ὁ
Μάρτυς Θεμέλιος Μελετινῆς ὁ βλαστὸς, τὸν δόλιον δράκοντα, τοῖς τῶν αἱμάτων
κρουνοῖς, ἀθλήσας ἀπέπνιξε, πίστει γὰρ ἀληθείας, μελιδὸν τετμημένος, ὥφθη
τροπαιοφόρος, τοῦ Σωτῆρος Ὀπλίτης, πρεσβεύων ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
18-12. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Συγκλήτου σφαλλομένης παριδὼν τὰ συνέδρια, Σεβαστιανὲ
πανολβίαν συναγείρεις συνέλευσιν, Μαρτύρων ἀληθῶς πανευκλεῶν, σὺν σοὶ
καταβαλόντων τὸν ἐχθρόν˙ μεθ᾿ ὧν θείας συναυλίας ἀξιωθείς, φαιδρύνεις τοὺς
βοῶντάς σοι˙ Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἱάματα.
22-7.
Ἀπολυτίκιον Ἦχος α',Τὸν
τάφον σου Σωτὴρ
Χριστῷ τῷ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντι,
Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα·
ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ
πόθῳ γεραίρομεν.
22-12. ΑΓ. ΑΝΑΣΤΑΣΙΑΣ. Κατεπλάγη Ἰωσὴφ
Ἡ ἀμνάς σου Ἰησοῦ,
κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι,
καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω
ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου
τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
26-11. ΑΓ. ΣΤΥΛΙΑΝΟΥ… Ἀπολυτίκιον, Θείας
πίστεως
Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης
μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης
γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
26-7.
Τῆς Ἁγίας. Ἦχος α΄.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη
φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθληφόρε·
ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
9-12.
Ἀπολυτικίον τῆς Ἁγίας. Ἦχος δ΄. Σήμερον
τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός,
παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται Θεόπαιδα, ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ
ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
8-11.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς
ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης,
φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε
ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
ευπρεπως...