Σάββατο 15 Αυγούστου 2015

ΤΑ ΕΓΚΩΜΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ[Εὐλόγησον Δέσποτα

ΤΑ ΕΓΚΩΜΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ[Εὐλόγησον Δέσποτα
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε• νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ὁ Χορός (Δέξ.): Ἐν τή Γεννήσει τήν Παρθενίαν ἐφύλαξας, ἐν τή Κοιμήσει τόν κόσμον οὐ κατέλιπες, Θεοτόκε• Μετέστης πρός τήν Ζωήν, Μήτης 
ὑπάρχουσα τῆς Ζωῆς, καί ταῖς πρεσβείαις Σαῖς λυτρούμενη, ἐκ θανάτου τάς ψυχᾶς ἠμῶν.

Ὁ χορός (Ἀριστ):Κοντάκιον, αὐτομελόν. Ἦχος β΄. 
Τήν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καί προστασίαις ἀμετάθετον ἐλπίδα, Τάφος καί Νέκρωσις οὐκ ἐκράτησεν• ὡς γάρ Ζωῆς Μητέρα, πρός τήν Ζωήν μετέστησεν, 
ὁ μήτραν οἰκήσας Ἀειπάρθενον.

Οἱ Χοροί (ἐναλλάξ ἐκ τοῦ Δεξιοῦ):
Ἀπόστολοι ἐκ περάτων συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω Κηδεύσατέ μου τό Σῶμα• καί Σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό Πνεῦμα.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε, Μήτηρ ΚΥΡΙΟΥ, ἀντιλαβού μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.
Καί σέ μεσίτριαν ἔχω, πρός τόν Φιλάνθρωπον Θεόν• μή μοῦ ἐλέγξη τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων. Παρακαλῶ Σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε Πύργε καί Δωδεκάτειχε πόλις, Ἡλιοστάλακτε Θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον Θαῦμα, πῶς Γαλουχεῖς τόν Δεσπότην.]

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

 Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

πορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, Παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.

Β
ασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.

Γ
έφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τοῦ Ἀδάμ.

Δ
άκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.

χαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.

Ζ
ῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας, ἀξιώσαι ἐυφροσύνης ἀληθῶς.

 λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης Ἀγαθὴ τοὺς ἐπὶ γῆς.

Θ
ρόνος τοῦ ὑψίστου γενομένη ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.

ερέων πέλεις, καύχημα εὐλαβῶν, Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα, καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.

Κ
λῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.

Λ
όγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς ὑπὸ σοῦ, Θεοκυήτωρ, μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.

Μ
αριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;

Ν
ύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.

Ξ
ένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί, καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν, ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.

Ο
ὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή, δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον, ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

Π
ύλη σωτηρίας, ἐγεννήθης ἡμῖν, ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως, κἄν ὑπείκεις τῇ τῆς φύσεως φθορά.

Ρ
άβδος, ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν, ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται, ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.

Σ
ὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς, ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα, σύ καὶ μόνη τῶν πταιόντων ἱλασμός.

Τ
άφος μὲν καλύπτει, τὸ σὸν σκῆνος, Ἁγνή, τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος, ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.

μνοις οὐρανίοις, ἐμελώδουν Σεμνή, τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι, καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.

Φ
έγγος οὐρανόθεν, δεξαμένη Ἁγνή, ἐχαρίτωσας ἡμᾶς τοὺς τιμῶντας σε, καὶ γεραίροντας τὴν Κοίμησην τὴν σήν.

Χ
ώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ ἅγιον τέμενος, νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.

Ψ
άλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

 θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.

Δόξα.
νυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.

Καὶ νῦν.
Μ
ακαρίζομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.

 Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.


Μικρὰ συνάπτῃ.
«Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα καί δεδόξασταί Σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

ξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Β
άτον ἐν Σινᾶ, ἀκατάφλεκτον εἶδε σε πάλαι, Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.

Γ
όνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ, πᾶσι τοῖς θερίζειν ἐθέλουσι, σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ.

Δ
ῆλον οὖν ἡμῖν, ὢ Παρθένε μὴ ἰσχύειν δίχα, σοῦ τῆς μεσιτρίας ὀρθοβατεῖν, τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ.

νθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα Παρθένε καὶ ἡμεῖς.

Ζ
ώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας, διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου, πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.

ρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην, τὸν Χριστὸν ἀσπόρως κυήσασα, ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.

Θ
αῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.

θυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.

Κ
λῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία, πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε, καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.

Λ
όγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε, καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.

Μ
έτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.

Ν
όμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.

Ξ
ένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας, Ἄχραντε ἀσπόρως γεννήσασα, καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.

λον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου, θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν, ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.

Π
ύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ, ἐκ τοῦ ὕψους θείας ἀνατολῆς, ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.

ήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ, σθένουσιν ἀξίως ὑμνήσαι σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.

Σ
ῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε, ἄσπιλα Θεῶ διετήρησας, δι’ ὃ κάλλους σου ἠράσθη ὁ Χριστός.

Τ
όμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος, βίβλῳ τῆς ζωῆς τούς ὑμνούντας σε, ἐγγραφῆναι καθικέτευε Ἁγνή.

μνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη, ἐπικήδεια σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.

Φ
όβῳ καὶ χαρᾷ, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε, πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε, ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.

Χ
αῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ, καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.

Ψ
άλλοντες τὸν σὸν, τόκον ἄσπιλε Παρθενομῆτορ, ἀνυμνολογοῦμεν γεραίροντες, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

σπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη, οὕτω καὶ ἡμᾶς ζωοποίησον, νεκρωθέντας πλημμελήμασι πολλοῖς.

Δόξα.
Δ
όξα τῷ Πατρί, σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι προσάγομεν εὐσεβῶς, τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.


Καὶ νῦν.
σμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις, πάντες ἀνυμνήσωμεν σήμερον, τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.

ξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Μικρὰ συνάπτῃ.
«Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Α
ἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Β
λέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.

Γ
νῶσιν ἐξαιτοῦμεν. τῆς σῆς κυοφορίας, προξένου σωτηρίας.

Δ
υσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

ν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.

Ζ
ῶσι καὶ τεθνεῶσι, τοῖς ἐπὶ σὲ θαρροῦσιν, ἀντίληψιν σὺ δίδως.

 γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.

Θ
ανοῦσα ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸν ἡ θανατούσα.

να τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.

Κ
αὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.

Λ
ύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.

Μ
όνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.

Ν
έκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.

Ξ
ένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.

 τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.

Π
άντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.

ητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.

Σ
κιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.

Τ
ὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τάς θείας ἀρετάς σου.

ψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.

Φ
υλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.
Χ
ριστιανῶν σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.
Ψ
αύοντες σὴν κλίνην, σὲ ἀνυμνολογοῦμεν, Παρθενομῆτορ Κόρη.

 Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.

ρραναν τὸν τάφον, μύροις τὸ Σὸν Σκῆνος, κηδεύσαντες Παρθένε.

ρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.

ρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.

Δόξα.
 Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.
Καὶ νῦν.
Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντας.

Α
ἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
ΕΥΛΟΓΗΤΑΡΙΑ

Εὐλογητή εἶ Δέσποινα, σκέπε, φρούρει τούς σέ ὑμνολογούντας.
Τ
ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή εἶ Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους.
Τ
ί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσας. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἶ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.
Λ
ίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;


Εὐλογητή εἶ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν.
Μ
υροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.

Δόξα.
Π
ροσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν.
Ζ
ωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.


λληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ευπρεπως...